78
ἐπεθύμουν ἰδεῖν σου τὴν ἐμμέλειαν, καὶ περιπτύξασθαι· καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων. Φιλεῖν γὰρ εἰδὼς γνησίως καὶ τοὺς γνησίως φιλοῦντας διαγινώσκειν ἐπίστασαι. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι ποιῶ, τέως γράφω, προσαγορεύω, γράμματα ἀπαιτῶ, τὰ περὶ τῆς ὑγείας τῆς σῆς ὑμῖν πυκνότερον δηλοῦντα. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν. Εἰ γὰρ καὶ μὴ δεῖ σοι παρακλήσεως εἰς τοῦτο, οὐ παυσόμεθά σε ἀναμιμνήσκοντες ὑπὲρ τούτου. Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν περὶ τῶν ἀγαπώντων ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἔνι τὸν γενναῖον, καὶ ἐγρηγορότα, καὶ νήφοντα καὶ ἐν ταραττομένῳ πραγμάτων πελάγει ἐξουρίας πλεῖν, ὥσπερ καὶ τὸν χαῦνον καὶ ἀναπεπτωκότα καὶ κείμενον ὕπτιον, καὶ ἐν γαλήνῃ διαταράττεσθαι καὶ θορυβεῖσθαι. ΡΜʹ. Θεοδότῳ, Νικολάῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσι. Ὑμεῖς μὲν τῶν Ἰσαύρων αἰτιᾶσθε τὴν καταδρομὴν τῆς ἀπουσίας τῆς ὑμετέρας· ἐγὼ δὲ ὑμᾶς καὶ παρεῖναί φημι, καὶ σὺν ἡμῖν εἶναι, καὶ οὐδὲν οὐδὲ ἐντεῦθεν γενέσθαι κώλυμα πρὸς τὴν ἄφιξιν ὑμῶν. Τοιαῦτα γὰρ τῆς ἀγάπης τὰ πτερά· ἀθρόον καὶ μετὰ πολλῆς τῆς εὐκολίας πανταχοῦ παραγίνεται, κἂν μυρία τὰ κωλύματα ᾖ. Εἰ δὲ τῆς σωματικῆς ὑμῶν ἀπεστερήμεθα παρουσίας, μὴ διαλίπητε εὐχόμενοι, καὶ δώσει ταῦτα ὁ φιλάνθρωπος Θεός. Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὐτὴ ἔσται, μετὰ ἐκτενείας ὑμῶν παρακαλούντων τὸν δυνάμενον πάντα λῦσαι χειμῶνα, καὶ εἰς γαλήνην λευκὴν ἅπαντα ἀγαγεῖν. Ἵνα δὲ καὶ τὰ ἡμέτερα μαθόντες εὐφραίνησθε, πολλῆς ἀπολαύομεν ἡσυχίας καὶ ἀπραγμοσύνης, τὸ σῶμα ἡμῖν, καίτοι πολλῶν ὄντων τῶν λυμαινομένων αὐτοῦ τὴν ὑγείαν· καὶ γὰρ ἰατρῶν σπάνις, καὶ ἀναγκαίων ἀπορία οὐδὲν γάρ ἐστιν ὤνιον ἐνταῦθα, οὐ φαρμάκων εὐπορία, 52.699 καὶ ἀέρος δυσκρασία τοῦ κρυμοῦ γὰρ οὐκ ἔλαττον ἡμᾶς τὸ θέρος λυπεῖ, ἀπεναντίας τοῦ κρυμοῦ μιμούμενον τὴν σφοδρότητα, καὶ πολιορκία χαλεπὴ καὶ διηνεκὴς, καὶ συνεχεῖς καὶ ἐπάλληλοι φόβοι τῶν Ἰσαυρικῶν ἐφόδων· τούτων τοίνυν καὶ ἑτέρων πλειόνων ὄντων τῶν διαφθειρόντων τὴν ῥῶσιν ἡμῖν, τέως τοῦ μὲν κινδύνου τοῦ χαλεποῦ, καὶ τῆς τοιαύτης ἀπηλλάγμεθα ἀῤῥωστίας, ὑγιαίνομεν δέ τινα ὑγείαν σύμμετρον. Μὴ δὴ διαλίπητε καὶ αὐτοὶ συνεχῶς ἡμῖν ἐπιστέλλοντες, καὶ τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι. Καὶ γὰρ παράκλησιν μεγίστην, καὶ παραμυθίαν, καὶ θησαυρὸν πολλῶν γέμοντα ἀγαθῶν, τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζομεν· καὶ ὅταν τὴν διάθεσιν ὑμῶν τὴν γνησίαν, καὶ τὸ ἀπερίτρεπτον τῆς γνώμης, καὶ τὴν ἀκλινῆ καὶ στεῤῥὰν ὑμῶν ἐννοήσωμεν ἀγάπην ἀεὶ δὲ αὐτὴν ἐννοοῦντες οὐ παυόμεθα, ὥσπερ εἴς τινα λιμένα εὐρὺν καὶ ἀκύμαντον ἀπὸ τῶν πολλῶν καταπλέομεν θλίψεων. ΡΜΖʹ. Ἀνθεμίῳ. Ἄλλοι μέν σου τῇ θαυμασιότητι καὶ τῆς ὑπατείας καὶ τῆς ἐπαρχότητος συνήδονται· ἐγὼ δὲ αὐταῖς ταῖς ἀρχαῖς τῆς σῆς ἕνεκεν μεγαλοπρεπείας. Οὐ γὰρ σὲ κατεκόσμησαν, ἀλλ' ἐκοσμήθησαν παρὰ σοῦ. Ἐπειδὴ καὶ τοιοῦτον ἡ ἀρετή· οὐκ ἔξωθεν δανείζεται τὰς τιμὰς, ἀλλ' αὐτὴ ἐν ἑαυτῇ περιφέρει ταύτας, τιμὴν τοῖς ἀξιώμασι τούτοις παρέχουσα, οὐκ αὐτὴ παρ' ἐκείνων λαμβάνουσα. ∆ιὰ δὴ τοῦτο οὐδὲ προσεθήκαμεν τῷ φίλτρῳ νῦν τῷ περὶ σέ. Οὐδὲν γάρ σοι προσγέγονε πλέον· οὐδὲ τὸν ὕπαρχον καὶ ὕπατον ἡμεῖς φιλοῦμεν, ἀλλὰ τὸν δεσπότην μου τὸν ἡμερώτατον Ἀνθέμιον, τὸν πολλῆς μὲν συνέσεως, πολλῆς δὲ γέμοντα φιλοσοφίας. ∆ιό σε καὶ μακαρίζομεν, οὐκ ἐπειδὴ πρὸς τὸν θρόνον ἀνέβης τοῦτον, ἀλλ' ἐπειδὴ δαψιλεστέραν ἔλαβες ὕλην, εἰς τὸ τὴν σύνεσίν σου καὶ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι. Καὶ τοῖς ἀδικουμένοις πᾶσι συνηδόμεθα, τὸν πλατύν σου λιμένα τῆς ψυχῆς ὁρῶντες, μυρία δυνάμενον λῦσαι ναυάγια, καὶ τοὺς εἰς ἔσχατον κλυδωνίου