1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

81

ΡΝΕʹ. Χρωματίῳ ἐπισκόπῳ Ἀκυληΐας. Ἤχησε καὶ μέχρις ἡμῶν ἡ μεγαλόφωνος τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης σάλπιγξ, μέγα τι καὶ 52.703 διωλύγιον ἐκ τοσούτου πνεύσασα τοῦ διαστήματος, καὶ πρὸς αὐτὰ ἀφικομένη τῆς γῆς τὰ πέρατα. Καὶ τῶν παρόντων οὐκ ἔλαττον ἴσμεν ἡμεῖς, οἱ τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, τὴν σφοδροτάτην σου καὶ πυρὸς γέμουσαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἐλευθερίας πολλῆς καὶ παῤῥησίας ἐμπεπλησμένην γλῶτταν, τὴν ἔνστασιν τὴν ἀδάμαντα μιμουμένην. ∆ιὸ καὶ σφόδρα ἐπιθυμοῦμεν καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαί σου συντυχίας. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἡμᾶς ἡ ἐρημία αὕτη παρείλετο, ᾗ νῦν ἐσμεν πεπεδημένοι, εὑρόντες τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καθὼς ἔνι, τὴν ἐπιθυμίαν πληροῦμεν τὴν ἑαυτῶν, γράφοντες καὶ προσαγορεύοντες, χάριτας ὁμολογοῦντες ὑμῖν πολλὰς ὑπὲρ τῆς σπουδῆς, ἣν διὰ παντὸς τοῦ μακροῦ τούτου χρόνου, μετὰ πολλῆς ἐπεδείξασθε τῆς εὐτονίας. Καὶ παρακαλοῦμεν ἡνίκα ἂν ἐπανίῃ, καὶ τούτου χωρὶς, διὰ τῶν ἐμπιπτόντων γραμματηφόρων, εἴ γέ τινες εὑρεθεῖεν οἱ πρὸς τὴν ἐρημίαν ταύτην ἀφικνούμενοι, τὰ περὶ τῆς ὑγείας ἡμῖν ἐπιστέλλειν τῆς ὑμετέρας. Οἶσθα γὰρ ὅσην ἐντεῦθεν καρπωσόμεθα τὴν ἡδονὴν, τῶν οὕτω θερμῶς περὶ ἡμᾶς διακειμένων τὴν ὑγείαν πυκνοτέρως εὐαγγελιζόμενοι. ΡΝʹ. Ἐπισκόποις. Βοᾷ μὲν πανταχοῦ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, σάλπιγγος λαμπροτέραν ἀφιεῖσα φωνὴν, τὸν κάλλιστον ὑμῶν ζῆλον, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν, ἣν οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐ τῶν ἀνίατα νοσούντων ἡ παράλογος φιλονεικία, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν κατέλυσεν, οὐδὲ ἀμαυροτέραν ἐποίησε. Καὶ ἡμεῖς δὲ οὐ διαλιμπάνομεν πολλὰς ὑμῖν ἔχοντες χάριτας, καὶ μακαρίζοντες ὑμᾶς οὐ παυόμεθα, τῶν ἐπὶ τοῖς καλοῖς τούτοις ἀγῶσιν ἀποκειμένων ὑμῖν στεφάνων παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ ἐπιθυμοῦμεν ὑμᾶς καὶ κατ' ὄψιν ἰδεῖν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι δυνατὸν τῷ τῆς ἐξορίας δεσμῷ πεπεδημένοις, ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, δι' αὐτοῦ γράφομεν, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμεν ὑμῖν δηλοῦντες ὡς ἅπασαν ἀνηρτήσασθε τῷ πόθῳ τὴν ἀνατολὴν, καὶ σφοδροὺς ὑμῶν κατεστήσατε ἐραστὰς, καὶ μυρίους ἔχετε τοὺς συναγανακτοῦντας ὑμῖν τὴν δικαίαν ταύτην ἀγανάκτησιν ἐπὶ ταῖς γεγενημέναις παρανομίαις. Καὶ παρακαλοῦμεν τὴν αὐτὴν ἐπιδείξασθαι μέχρι τέλους προθυμίαν. Ἴστε γὰρ ὅσους καρπώσεσθε στεφάνους ἀπὸ τῶν προσκαίρων τούτων πόνων, τὰς ἀθανάτους ὑμῖν μετὰ πολλῆς δαψιλείας προαποτιθέμενοι παρὰ τῷ φιλανθρώπῳ Θεῷ ἀμοιβάς. ΡΝΖʹ. Ἐπισκόποις ἐλθοῦσιν ἀπὸ τῆς ∆ύσεως. Καὶ ἔμπροσθεν μὲν ἐξεπληττόμεθα ὑμῶν τὴν σπουδὴν, τὴν προθυμίαν τὴν ὑπὲρ τῆς διορθώσεως τῶν Ἐκκλησιῶν γεγενημένην, τὴν στεῤῥὰν καὶ γνησίαν διάθεσιν, τὴν ἀνδρείαν καὶ ἀπερίτρεπτον γνώμην, τὴν καρτερίαν, ἣν ἐπὶ τοσοῦτον ἐπεδείξασθε 52.704 χρόνον. Μάλιστα δὲ ἐξεπλάγημεν νῦν τὸν πολὺν ὑμῶν τόνον, οὕτω μακρὰν καὶ διαπόντιον ἀποδημίαν ἑλομένων, καὶ πόνων καὶ ἱδρώτων γέμουσαν, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων. Καὶ ἐβουλόμεθα μὲν καὶ ἐπιστέλλειν συνεχῶς, καὶ τὴν ὀφειλομένην τῇ εὐλαβείᾳ ὑμῶν ἀποδιδόναι πρόσρησιν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι σχεδὸν γὰρ ἄβατον τοῖς πολλοῖς οἰκοῦμεν χωρίον, ἐρημίᾳ πάντοθεν ἀποτετειχισμένον, νῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, προσαγορεύομεν ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν τοῖς προοιμίοις συμβαῖνον ἐπιθεῖναι τέλος. Ἴστε γὰρ ὅσος ὑμῖν ἔσται τῆς ὑπομονῆς ὁ μισθὸς, καὶ ὅσαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ αἱ ἀντιδόσεις ὑπὲρ τῆς κοινῆς εἰρήνης πονουμένοις, καὶ τοσοῦτον ἀναδεχομένοις ἀγῶνα. ΡΝΗʹ. Τοῖς αὐτοῖς. Οὐ μικρὰν καὶ ὑμῖν αὐτοῖς στεφάνων ὑπόθεσιν, καὶ ἡμῖν παρακλήσεως ἀφορμὴν ἀπὸ τῆς καλλίστης ὑμῶν ταύτης σπουδῆς, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων κατεσκευάσατε. ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀνακηρύττομεν ὑμᾶς, χάριτας ὁμολογοῦμεν, καὶ στεφανοῦμεν, καὶ μακαρίζομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ