1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

84

Ἀλεξάνδρῳ ἐπισκόπῳ Κορίνθου. Οἶσθα τὴν ἀγάπην, ἣν ἐπεδειξάμεθα περὶ τὴν σὴν τιμιότητα, καὶ πῶς ὀλίγα σοι συγγενόμενοι, συνεδέθημέν σου τῷ πόθῳ. ∆ιὸ καὶ σφόδρα ἐθαυμάσαμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω. Καὶ οἶδα μὲν ὅτι γραμματηφόρων προβαλῇ σπάνιν, καὶ οὐδὲν ἀπεικός. Εἰ γὰρ καὶ πολλοὶ οἱ ἐκεῖθεν ἀφικνούμενοι, ἀλλ' ἔνθα καθήμεθα νῦν οὐδεὶς ἂν ταχέως παραγένοιτο τῶν ἐκεῖθεν ἐρχομένων. Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ἡμῖν εἰς τὸ μηδὲ ἅπαξ δέξασθαι γράμματα. Ἐπεὶ καὶ ἡμεῖς εἰς ταύτην ἔχοντες ἀναχωρῆσαι τὴν πρόφασιν, οὐδὲ οὕτως ἐσιγήσαμεν, ἀλλὰ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀναστήσαντες, ἐντεῦθεν ἐπέμψαμεν, ὥστε καὶ τῇ σῇ συντυχεῖν τιμιότητι, καὶ ταύτην ἡμῶν τὴν προσηγορίαν ἀποκομίσαι, καὶ μαθεῖν περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ἰδὼν τοίνυν αὐτὸν μετ' εὐνοίας, καὶ ἀγάπης, καὶ τῆς προσηκούσης φιλοφροσύνης, ὡς μέλος ἡμέτερον, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ῥώσεώς σου δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Μεγίστην γὰρ ἡμῖν ἀπὸ τῶν γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθεζομένοις, παρέξεις τὴν παράκλησιν. ΡΞΕʹ. Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς ∆ύσεως ἐλθόντων ἐπισκόπων. Ἐθαυμάσαμεν ὑμῶν καὶ τὴν ἔμπροσθεν προθυμίαν τε καὶ σπουδὴν, ἣν ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων ἐπεδείξασθε. Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς ἐκπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων. Οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν 52.708 Ἀνατολὴν θαυμάζονται, καὶ κήρυκες ὑμῶν γίνονται διαπαντὸς τῆς στεῤῥότητος τῆς ἀκλινοῦς, καὶ θερμῆς ἀγάπης, καὶ τῆς ἀπεριτρέπτου γνώμης. Καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε ταλαιπωρίαν ἀποδημίας ἡγοῦνταί τι βαρὺ λοιπὸν καὶ ἐπαχθὲς, ὑπὲρ τοῦ δραμεῖν, καὶ ἰδεῖν ὑμῶν τὰ τοσαῦτα κατορθώματα. ∆ιὸ δὴ καὶ ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος, καίτοι γε ἀσθενεῖ κεχρημένος σώματι, πάντα εἵλετο παθεῖν ὑπὲρ τούτου παραγενόμενος καὶ τῆς κατ' ὄψιν ἀπολαῦσαι συνουσίας ὑμῶν. ∆εξάμενοι τοίνυν αὐτὸν μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης, κἂν ἐπὶ μεῖζον αἴρηται τὰ δεινὰ, παρακαλοῦμεν μὴ κατοκνῆσαι διορθουμένους αὐτὰ, ἀλλ' ἄξιον τῶν προοιμίων ἐπιθεῖναι τὸ τέλος. Ἴστε γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὑπὲρ τοσούτων Ἐκκλησιῶν ταραττομένων πονουμένοις, καὶ πάντα ποιουμένοις, ὥστε εἰς εὐδιεινὸν αὐτὰς ὁρμίσαι λιμένα. ΡΞʹ. Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς ∆ύσεως ἐπισκόπων. Καὶ τὰ ἔμπροσθεν παρὰ τῆς τιμιότητος ὑμῶν γεγενημένα μεγάλα, τὸ δικαίαν καὶ πρέπουσαν ὑμῖν ἀγανάκτησιν ὑπὲρ τῶν τοσαύτας Ἐκκλησίας κατειληφότων κακῶν ἀγανακτῆσαι, τὸ συναλγῆσαι, τὸ μὴ μέχρι τούτου στῆναι μόνον, ἀλλὰ καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν. Πολὺ δὲ μέγιστον καὶ τὸ νῦν γεγενημένον παρὰ τῆς ἀγάπης ὑμῶν, τὸ ἀναστῆναι ἕκαστον ὑμῶν οἴκοθεν, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, τὸ διατρίβειν ἐπ' ἀλλοτρίας, καὶ τοὺς ἀπὸ τῆς μακρᾶς ἀποδημίας ὑπομένειν καμάτους, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων. ∆ιὰ ταῦτα ὑμῖν εὐχαριστοῦντες οὐ παυόμεθα, θαυμάζοντες, μακαρίζοντες, ὅσους ἑαυτοῖς ὑπὲρ τούτων παρὰ τοῦ φιλανθρώπου Θεοῦ προαποτίθεσθε τοὺς μισθούς. Καὶ ἐπειδὴ οὔτε συγγενέσθαι ὑμῖν δυνατὸν νῦν ὑπὸ ἐξορίας κατεχομένῳ, οὔτε συνεχῶς ἐπιστέλλειν, τῷ μὴ ταχέως εὐπορεῖν γραμματοφόρων ἦ γὰρ ἂν νιφάδας ἐπέμψαμεν γραμμάτων, τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον. καὶ αὐτὸν οἴκοθεν ὁρμώμενον ἐλθεῖν, καὶ θεάσασθαι τὴν εὐλάβειαν τὴν ὑμετέραν, παρεκαλέσαμεν, ὥστε καὶ πρὸς ἡμᾶς γραμμάτων ἐπιτυχεῖν, καὶ αὐτὸν καὶ κατὰ πρόσωπον ἀπολαῦσαι τῆς ἀγάπης τῆς ὑμετέρας. ∆εξάμενοι τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶν, ἡνίκα ἂν ἐξῇ, καὶ ἡμῖν δηλοῦν μὴ κατοκνεῖτε τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας. Σφόδρα γὰρ ἡμῖν