1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

85

περισπούδαστον τοῦτο μανθάνειν, καὶ οὐ μικρὰ τῆς ἐρημίας, ἐν ᾗ καθήμεθα, τοῦτο ἡμῖν ἔσται παράκλησις. ΡΞΖʹ. Τοῖς αὐτοῖς. Χάριν ὑμῖν ἴσμεν πολλὴν τῆς τοσαύτης εὐτονίας, καὶ σπουδῆς, καὶ φροντίδος, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων καὶ τῆς μακρᾶς ταύτης ἀποδημίας, ἣν ὑπὲρ τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ πεποίησθε. Ὅσῳ 52.709 γὰρ τοῖς ταράττουσιν ἅπαντα μεῖζον τὸ κρῖμα, τοσούτῳ καὶ ὑμῖν πλείων ὁ μισθὸς, τοσαύτῃ κεχρημένοις ὑπομονῇ καὶ σπουδῇ εἰς διόρθωσιν τῶν κακῶς παρ' ἑτέρων γεγενημένων. Καὶ ἐβουλόμεθα μὲν καὶ παρόντες κατὰ πρόσωπον συντυχεῖν ὑμῶν τῇ εὐλαβείᾳ· ἐπειδὴ δὲ τοῦτο ἀφῃρήμεθα ἀπὸ τῆς κατὰ τὴν ἐξορίαν ἀνάγκης, ὀψέ ποτε καὶ μόλις ἐπιτυχόντες τοῦ πρὸς ὑμᾶς ἀφικνουμένου, τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διεπεμψάμεθα ταυτὶ τὰ γράμματα, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν, καὶ εὐχαριστοῦντες ὑπέρ τε τῶν παρελθόντων, ὑπέρ τε τῶν νῦν, ὑπέρ τε ὁλοκλήρου τῆς διορθώσεως τῶν κακῶν. Κἂν γὰρ μηδὲν γένηται πλέον, ὑμεῖς τὸ ὑμέτερον πεποιήκατε. ∆ιὸ καὶ ἀπηρτισμένον ἔχετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθὸν, τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ πρὸς τὸ τὰ κακῶς γεγενημένα ἰάσασθαι διὰ παντὸς χρησάμενοι τοῦ χρόνου. ΡΞΗʹ. Πρόβῃ ἐλευθέρᾳ, ἐν Ῥώμῃ. Εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλὰ τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, ὡς παρόντες, καὶ πάντα τὰ σὰ ὁρῶντες, οὕτως ἀκριβῆ πεῖραν εἰλήφαμεν, τῶν ἐκεῖθεν ἀφικνουμένων πρὸς ἡμᾶς ἀπαγγελλόντων περὶ τῆς σῆς ἐμμελείας ταῦτα, ἅπερ ἐπεθυμοῦμεν μανθάνειν. ∆ιὰ τοῦτό σοι χάριτας ἴσμεν πολλὰς καὶ μεγάλας, καὶ ἐναβρυνόμεθα, καὶ καλλωπιζόμεθα ἐπὶ τῇ διαθέσει τῆς εὐγενείας σου· καὶ τοὺς ἀγαπητοὺς, τὸν εὐλαβέστατον πρεσβύτερον Ἰωάννην, καὶ τὸν τιμιώτατον διάκονον Παῦλον παρακατατιθέμεθά σου τῇ κοσμιότητι, ὡς εἰς λιμένα τὰς σὰς αὐτοὺς παραπέμποντες χεῖρας. Ἰδεῖν τοίνυν αὐτοὺς ὥς σοι πρέπον ἐστὶ, δέσποινά μου τιμιωτάτη καὶ εὐγενεστάτη, παρακλήθητι. Οἶσθα γὰρ, ὅσος ἔσται σοι τῆς φιλοφροσύνης ταύτης ὁ μισθός. Καὶ ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν, ἐπειδήπερ σφόδρα αὐτῆς ἀντεχόμεθα. ΡΞΘʹ. Ἰουλιανῇ, καὶ ταῖς σὺν αὐτῇ. Ὅσῳ χαλεπώτερον τὸ κρῖμα γεγένηται τοῖς τὰ τοιαῦτα παρανομήσασι, τοσούτῳ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, τοῖς τοσαύτας παρανομίας λύειν ἐσπουδακόσι, καὶ τοσοῦτον ἐπιδεικνυμένοις πόνον καὶ κάματον. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς τῆς ὑμετέρας διαθέσεως ἡ εὐποιία, καὶ ἡ σπουδὴ, ἣν καὶ εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπεδείξασθε, καὶ εἰς τὴν φιλοφροσύνην τῶν παρ' ἡμῶν ἐκεῖσε ἀφιγμένων. ∆ιὸ καὶ χάριτας ὑμῖν ἔχομεν, καὶ παρακαλοῦμεν τῇ αὐτῇ ἐπιμένειν προθυμίᾳ, καὶ ἐῤῥωμενεστέραν ἐπιδείξασθαι εὐτονίαν τε καὶ ἀνδρείαν. Ἴστε γὰρ ἡλίκον τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὅσον λήψεσθε τὸν μισθὸν, τοσαύτην ταραχὴν, καὶ οὕτω κύματα ἄγρια, τό γε εἰς ὑμᾶς ἧκον, καταστέλλουσαι, καὶ τὴν προσήκουσαν εἰς τὴν τῶν γεγενημένων κακῶν εἰσφέρουσαι διόρθωσιν. ΡΟʹ. Ἰταλικῇ. Ἐπὶ μὲν τῶν ἔξωθεν πραγμάτων, ὥσπερ τῇ φύσει, οὕτω καὶ τῇ πράξει καὶ τῇ μεταχειρίσει διῄρηται ταῦτα τὰ γένη, ἀνὴρ λέγω καὶ γυνή. Τῇ μὲν γὰρ οἰκουρεῖν νενόμισται, τῷ δὲ τῶν πολιτικῶν καὶ τῶν 52.710 ἐν ἀγορᾷ πραγμάτων ἅπτεσθαι. Ἐπὶ δὲ τῶν τοῦ Θεοῦ ἀγώνων, καὶ τῶν ὑπὲρ τῆς Ἐκκλησίας πόνων οὐκ ἔνι τοῦτο, ἀλλ' ἔστι καὶ γυναῖκα ἀνδρὸς ἐῤῥωμενέστερον τῶν καλῶν τούτων ἀντέχεσθαι ἀγώνων καὶ πόνων. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἐν τῇ πρὸς τὴν πατρίδα τὴν ὑμετέραν ἐπιστολῇ, πολλὰς ἀνακηρύττει γυναῖκας, λέγων αὐτὰς οὐ μικρὰ πεπονηκέναι ἐν τῷ ἄνδρας διορθοῦν, καὶ ἐνάγειν ἐπὶ τὰ προσήκοντα. Τίνος ἕνεκεν ταῦτά φημι; Ἵνα μὴ νομίσητε ἀλλότριον ὑμῶν εἶναι τὸ τῆς σπουδῆς ἅπτεσθαι, καὶ τῶν πόνων τῶν εἰς τὴν ἐκκλησιαστικὴν διόρθωσιν συντελούντων, ἀλλ' ὡς πρέπον ὑμῖν ἐστι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τὴν προσήκουσαν εἰσενέγκητε σπουδὴν, εἰς τὸ λῦσαι τὴν κοινὴν ζάλην καὶ ταραχὴν τὴν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς καταλαβοῦσαν, Ὅσῳ γὰρ χαλεπωτέρα γέγονεν ἡ ζάλη,