1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

87

τὴν παρὰ τῷ Θεῷ παῤῥησίαν κτώμενοι, πλείονα εὔδηλον ὅτι καὶ τὴν δύναμιν ἕξετε. Χρήσασθε τοίνυν εἰς καιρὸν τῇ προθυμίᾳ, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ταῦτα καὶ πρᾶξαι καὶ εἰπεῖν σπουδάσατε, ἵνα τὸ κατέχον κλυδώνιον καταστεῖλαι δυνήσεσθε. Μάλιστα μὲν γὰρ ἔσται τι καὶ πλέον σπουδαζόντων ὑμῶν· εἰ δ' ἄρα μηδὲν γένοιτο πλέον, τῆς προθυμίας καὶ τῆς γνώμης ἕξετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθόν. ΡΟΕʹ. Ἀγαπητῷ. Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας. Καὶ ἀπήλλαξε, καὶ μετέθηκεν αὐτοὺς ἀπὸ τῆς πλάνης, καὶ ἐκκλησίας ᾠκοδόμησε, καὶ μοναστήρια συνεστήσατο· καὶ ἔξεστι ταῦτα τῇ εὐγενείᾳ σου καὶ παρ' ἑτέρων μανθάνειν. Ἐπεὶ οὖν οἶδα ὅτι τῶν εὐλαβῶν ἀνδρῶν καὶ γενναίων σφόδρα γέγονας ἐραστὴς, εἰδὼς ὅτι σοι χαριοῦμαι γνώριμον ποιῶν τὸν τοσαῦτα κατωρθωκότα, ὁμοῦ καὶ προσειπεῖν σε δι' ἑκάστης προφάσεως ἐπειγόμενος, προστέθεικα ταῦτα τὰ γράμματα, τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδοὺς, καὶ 52.712 τὸν ἄνδρα παρακατατιθέμενός σου τῇ εὐγενείᾳ. Ἰδὼν τοίνυν αὐτὸν ὥς σοι πρέπον ἐστὶ, δέσποτά μου τιμιώτατε καὶ θαυμασιώτατε, δεῖξον αὐτῷ διὰ τῶν ἔργων, ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθεν ἔχων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλ' ἴσχυσε ταυτὶ τὰ γράμματα πολλῆς αὐτὸν ποιῆσαι ἀπολαῦσαι εὐνοίας τε καὶ ἀγάπης. Οὕτω γὰρ καὶ ἡμεῖς χάριν πολλὴν ὁμολογήσομεν τῇ ἀγχινοίᾳ τῇ σῇ, ὅτι καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀπὸ τῆς ἐπιστολῆς δυνάμεθα συνάπτειν σου τῇ ἀγάπῃ γνησίως τοὺς ἐπιθυμοῦντας αὐτῆς ἀπολαύειν· ὧν εἷς οὗτός ἐστι, σφοδρὸς ἐραστὴς ὤν σου τῆς κοσμιότητος· διὸ καὶ μετὰ πολλῆς τῆς σπουδῆς ταύτην παρ' ἡμῶν ᾔτησε τὴν ἐπιστολήν. ΡΟʹ. Ἡσυχίῳ. Ἡμεῖς ἐπιθυμοῦμεν καὶ παρόντα σε θεάσασθαι, καὶ τῆς γλυκυτάτης καὶ ἡδίστης σου ἀπολαῦσαι συνουσίας. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν καὶ διὰ τὴν τῶν πραγμάτων ἀσχολίαν, καὶ τὴν τοῦ σώματος ἀσθένειαν, τὴν ἀπὸ τῶν γραμμάτων ζητοῦμεν παράκλησιν, ἣν οὔτε σώματος ἀῤῥωστία, οὐδὲ ὁδοῦ τραχύτης διακωλῦσαι δύναται. ∆ίδου δὴ τὴν χάριν ἡμῖν κούφην τε οὖσαν καὶ ἀνεπαχθῆ, καὶ πολλὴν κομίζουσαν ἡμῖν τὴν ἡδονὴν, καὶ οὐ μικρὸν τῆς ἀθυμίας, τῆς ἐκ τοῦ σωματικοῦ χωρισμοῦ, ὑποτεμνομένην. Ἂν γὰρ ταύτης ἀπολαύσωμεν τῆς παρακλήσεως, καὶ πλησίον ἡγησόμεθα εἶναι, καὶ ἀεὶ μετὰ τῆς τιμιότητός σου. Ἀρκεῖ μὲν γὰρ καὶ ἡ ἀγάπη τοῦτο ποιῆσαι· πλείονα δὲ αὐτὴ ἡ φαντασία λαμβάνει προσθήκην, ὅταν καὶ τὴν ἀπὸ τῶν γραμμάτων ἔχῃ συμμαχίαν. ΡΟΖʹ. Ἀρτεμιδώρῳ. Πολλῆς ἐνόμισεν ἀπολαύσεσθαι εὐνοίας ὁ κύριός μου Ἀντίοχος, εἰ μετὰ γραμμάτων ἡμετέρων φανείη τῇ ἐμμελείᾳ τῇ σῇ. ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον 52.713 αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων. Οὕτω γὰρ ἀπολαύσεται μὲν τῆς εὐεργεσίας οὗτος, καρπώσομαι δὲ ἐγὼ τιμὴν δι' ὧν καὶ οὗτος τῆς εὐεργεσίας ἀπήλαυσε. ΡΟΗʹ. Εὐθαλίᾳ. Σφόδρα γνησίας καὶ θερμῆς ἀγάπης ἀνακέχρωσταί σου τὰ γράμματα, εἰλικρινοῦς καὶ ἀδόλου διαθέσεως. ∆ιὰ ταῦτά σοι πολλὰς χάριτας ὁμολογοῦμεν, καὶ ὅτι γράφεις, καὶ ὅτι τῆς γνησίας σου φιλίας τῆς περὶ ἡμᾶς μέγιστον δεῖγμα ἐκφέρεις. Ὁ Θεός σοι τὸν μισθὸν δῴη τῆς τοιαύτης διαθέσεως καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειέ σε, καὶ φρουρήσειε, καὶ ἐν πάσῃ καταστήσειεν ἀσφαλείᾳ, καὶ εὐθυμίᾳ. Οἶσθα γὰρ αὐτὴ, κυρία μου τιμιωτάτη, ὡς οὐ μικρὰν ἡμῖν εὐφροσύνην φέρει, καὶ ταῦτα ἐν ἐρημίᾳ καθημένοις, τὸ συνεχῶς ἀκούειν κατὰ νοῦν σοι τὰ πράγματα φέρεσθαι. Ταῦτα δὴ δήλου συνεχῶς ἡμῖν, καὶ μὴ διαλείπῃς περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζομένη, ἵνα καὶ ἐν ἐρημίᾳ