1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

93

ψυχῆς καὶ θερμῆς τοσαύτην γενέσθαι μεταβολήν. Ἀλλ' ἄρα μὴ ἀῤῥωστία σε κατέσχεν; Ἀλλ' οὐκ ἠδύνατο αὕτη γενέσθαι κώλυμα τῷ γράφειν. Ἐπεὶ οὖν ἀγνοοῦμεν τὴν αἰτίαν, μετὰ τοῦ λῦσαι τὴν σιγὴν καὶ τὴν αἰτίαν εἰπὲ τῆς σιγῆς, καὶ πέμπε ταχέως ἡμῖν ἐπιστολὴν τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζομένην ἡμᾶς. Οὕτω γὰρ τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ τῆς ἐρημίας πολλὴν παρέξεις παράκλησιν, ἃν τοιαῦτα δεξώμεθα γράμματα. Ἀλλὰ μὴ ῥᾳθυμήσῃς· εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, οὐκ ἔτι σοι συγγνώμην δώσομεν, ἀλλὰ γραψόμεθά σε τῆς ἐσχάτης ἀγνωμοσύνης. Οἶδα δὲ ὅτι πάσης σοι τιμωρίας τοῦτο πικρότερον. Ρʹ. Ἀετίῳ. Ἡμεῖς σου τῆς ἀγάπης οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, τῆς θερμῆς, καὶ γνησίας, καὶ πεπυρωμένης, τῆς εἰλικρινοῦς καὶ ἀδόλου, ἀλλὰ διηνεκῶς ἐπὶ διανοίας σε περιφέρομεν, καὶ ἔχομεν ἐγκεκολαμμένον ἡμῶν τῷ συνειδότι. Καὶ ἐβουλόμεθα μὲν καὶ ὁρᾷν σε συνεχῶς· ἐπεὶ δὲ τοῦτο τέως οὐχ οἷόν τε, διὰ τῶν γραμμάτων τὴν ἐπιθυμίαν τὴν ἑαυτῶν πληροῦμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόντες σου τῇ εὐλαβείᾳ, καί σε παρακαλοῦμεν καὶ ἑαυτὸν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβομεν πολλῇ, καὶ ὑπὸ φόβου λῃστῶν πολιορκούμεθα, καὶ ἐν ἀῤῥωστίᾳ τυγχάνομεν, ἀλλ' ἐὰν δεξώμεθα γράμματα παρὰ τῆς εὐγενείας τῆς σῆς, εὐαγγελιζόμενα ἡμῖν περὶ τῆς ὑγείας σου, πολλὴν καὶ ἐν ἀλλοτρίᾳ ὄντες καρπωσόμεθα τὴν παράκλησιν. Εἰδὼς οὖν ἡλίκα ἡμῖν χαριῇ, καὶ ὅσην ἡμῖν παρέξεις τὴν εὐφροσύνην, μὴ φθονήσῃς ἡμῖν τῆς τοσαύτης ἡδονῆς, ἀλλὰ σπούδαζε ἡμῖν συνεχέστερον ἐπιστέλλειν· πολλὴν γὰρ ἐντεῦθεν καρπωσόμεθα τὴν ἡδονήν. ΡΖʹ. Στουδίῳ ἐπάρχῳ πόλεως. Οἶδα μὲν, ὅτι συνετὸς ὢν, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ πρὸ τῶν γραμμάτων τῶν ἡμετέρων πράως οἴσεις τοῦ μακαρίου ἀδελφοῦ τῆς μεγαλοπρεπείας τῆς σῆς τὴν ἀποδημίαν· οὐ γὰρ ἂν αὐτὴν καλέσαιμι θάνατον. Ἐπειδὴ δὲ καὶ ἡμᾶς ἀναγκαῖον τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, παρακαλῶ σου τὴν θαυμασιότητα, δέσποτα μεγαλοπρεπέστατε, καὶ ἐν τῷ καιρῷ τούτῳ δεῖξαι σαυτὸν, οὐχ ὥστε μὴ ἀλγεῖν τοῦτο γὰρ ἀμήχανον, ἄνθρωπον ὄντα, καὶ σαρκὶ συμπεπλεγμένον, καὶ τοιοῦτον ἐπιζητοῦντα ἀδελφὸν, ἀλλ' ὥστε μέτρον ἐπιθεῖναι τῇ λύπῃ. Οἶσθα γὰρ τῶν ἀνθρωπίνων τὸ ἐπίκηρον, καὶ ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν τὰ πράγματα, καὶ ὡς ἐκείνους μόνους χρὴ μακαρίζειν, τοὺς μετὰ χρηστῆς ἐλπίδος καταλύοντας τὸν παρόντα βίον. Οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ' ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον. Ταῦτ' οὖν ἐννοῶν παρακάλει σαυτὸν, ἐπεὶ καὶ ἡμεῖς οὐχ ὡς ἔτυχεν ἀλγοῦντες, με52.722 γίστην τῆς ἀλγηδόνος ἔχομεν παραμυθίαν, τὴν ἀρετὴν τοῦ ἀνδρὸς, ἣν καὶ αὐτῷ σοὶ μεγίστην οἶμαι φέρειν παράκλησιν. Εἰ μὲν γὰρ πονηρός τις ἦν ὁ ἀπελθὼν, καὶ κακίας γέμων, ἔδει θρηνεῖν καὶ ὀλοφύρεσθαι τούτου χάριν· ἐπειδὴ δὲ τοιοῦτος καὶ οὕτω βεβιωκὼς, ὡς ἅπασα οἶδεν ἡ πόλις, μετ' ἐπιεικείας, μετὰ χρηστότητος, τὸ δίκαιον ἀεὶ τιμήσας, παῤῥησίᾳ τῇ προσηκούσῃ χρησάμενος, ἐλευθερίᾳ, ἀνδρείᾳ, οὐδὲν τὰ παρόντα ἡγησάμενος, ἀλλ' ἀλλότριος τῆς βιωτικῆς γενόμενος φροντίδος, ἀγάλλεσθαι χρὴ, ἐκείνῳ τε συνήδεσθαι, τῇ τε θαυμασιότητι τῇ σῇ, ὅτι τοιοῦτον προέπεμψας ἀδελφὸν, ἐν ἀσύλῳ λοιπὸν θησαυρῷ, ἅπερ ἔχων ἀπῆλθεν, ἔχοντα τὰ ἀγαθά. Μὴ τοίνυν ἀνάξιόν τι σαυτοῦ λογίσῃ, δέσποτά μου θαυμασιώτατε, κατακλώμενος τῷ πένθει, ἀλλὰ δεῖξον σαυτὸν καὶ ἐν τῷ παρόντι καιρῷ, καὶ δηλῶσαι ἡμῖν παρακλήθητι, ὅτι γέγονέ σοί τι πλέον καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, ἵνα καὶ ἡμεῖς, ἐκ τοσούτου καθήμενοι διαστήματος, καλλωπιζώμεθα, ἀπὸ ψιλῆς ἐπιστολῆς πολὺ τῆς ἀθυμίας ταύτης ὑποτέμνεσθαι δυνηθέντες. ΡΗʹ. Ἡσυχίῳ. Τί τοῦτο; Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον, γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα; Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω· σὸν δὲ ἂν εἴη μετὰ τὸ λῦσαι τὴν σιγὴν, καὶ τὴν