96
μου γράψαντι τῷ ἀνεψιῷ σου, τῷ κυρίῳ τῷ ἐπισκόπῳ Θεοδώρῳ. Τὰ κατὰ Φαρέτριον λυπηρὰ μὲν καὶ σφόδρα ἀνιαρά· πλὴν ἀλλ' ἐπειδὴ οἱ πρεσβύτεροι αὐτοῦ οὔτε συνέτυχον τοῖς ἐναντίοις, ὡς φὴς, οὔτε αἱροῦνται αὐτοῖς κοινωνῆσαι, ἀλλ' ὡς λέγουσιν, ἔτι μεθ' ἡμῶν ἑστήκασι, μηδὲν τούτων κοινωνήσῃς πρὸς αὐτούς· ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην. Ὁ μέντοι κλῆρος αὐτοῦ πᾶς καὶ ἤλγει, καὶ ὠδύρετο, καὶ ἐθρήνει, καὶ μεθ' ἡμῶν ὅλως ἦν τῇ γνώμῃ. Ἀλλ' ἵνα μὴ τούτους ποιήσωμεν ἀποπηδῆσαι, καὶ τραχυτέρους ἐργασώμεθα, μαθὼν ἅπαντα τὰ ἀπὸ τῶν ἐπαρχικῶν, παρὰ σαυτῷ κάτεχε, καὶ μετὰ πολλῆς ἡμερότητος αὐτοῖς προσφέρου· οἶδα γάρ σου τὸ οἰκονομικόν· καὶ λέγε, ὅτι Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι σφόδρα ἤλγησεν ἐπὶ τοῖς γενομένοις, καὶ ὅτι ἕτοιμος ἦν πάντα παθεῖν ὑπὲρ τοῦ διορθῶσαι πάντα τὰ κακῶς τολμηθέντα. Τὸ σῶμα ἡμῖν ἐν ὑγείᾳ πολλῇ, καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα· ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοὶ καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν. Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν μισθὸν, κἀν τῷ παρόντι βίῳ, κὰν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειε, καὶ φρουρήσειε, καὶ ἀσφαλίσαιτο, καὶ καταξιώσειε τῶν ἀποῤ52.726 ῥήτων ἐκείνων ἀγαθῶν. ∆οίη δὲ καὶ ἡμῖν ταχέως ἰδεῖν σου τὸ ποθεινὸν πρόσωπον, ἀπολαῦσαί σου τῆς γλυκείας ψυχῆς, καὶ τὴν καλλίστην ταύτην ἑορτὴν ἀγαγεῖν. Οἶσθα γὰρ ὅτι καὶ ἑορτὴ ἡμῖν καὶ πανήγυρις τὸ καταξιωθῆναι τῆς ἡδίστης καὶ πολλῶν ἀγαθῶν γεμούσης συνουσίας σου, καὶ ταύτης ἀπολαῦσαι πάλιν. ΣΕʹ. Ἀνατολίῳ ἐπαρχικῷ. Ὀψὲ μὲν ἐπιστέλλω καὶ βραχέα, μᾶλλον δὲ βραδέως, πρὸς τὴν σὴν εὐγένειαν· πλὴν ἀλλ' οὐ ῥᾳθυμία τὴν σιγὴν εἰργάσατο, ἀλλ' ἀῤῥωστία μακρά· ὡς τῇ γε ἀγάπῃ διηνεκῶς συνδεδέμεθα, τὸ γνήσιόν σου τῆς ἀγάπης εἰδότες, τὸ ἐλευθέριον τῆς γνώμης, τὸ ἄπλαστον καὶ εἰλικρινές. Καὶ οὐκ ἐπαυσάμεθα πρὸς ἅπαντας ἀνακηρύττοντες τὴν διάθεσιν, ἧς συνεχῶς ἀπηλαύσαμεν παρὰ τῆς σῆς εὐγενείας, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ ἀπόντες· οὐ γὰρ μετὰ τὴν ἀποδημίαν ἔλαθεν ἡμᾶς, ὅσα καὶ ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν ἐσπούδακας. Ὁ Θεός σοι δῴη τὸν μισθὸν τῆς τοιαύτης σπουδῆς, καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἵνα δὲ καὶ πλείονος ἀπολαύωμεν ἡδονῆς, μὴ γράφοντες μόνον, ἀλλὰ καὶ γράμματα δεχόμενοι παρὰ τῆς ἐμμελείας τῆς σῆς, ἐπιστεῖλαι ἡμῖν παρακλήθητι, περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ ἐν τῇ ἐρημίᾳ ταύτῃ καθεζόμενοι πολλὴν καρπωσώμεθα τὴν παράκλησιν. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν τῆς ἀγάπης σου, τὰ περὶ τῆς ῥώσεως ἡμῖν ἀπαγγέλλουσαν τῆς σῆς, καὶ τῶν σοὶ προσηκόντων ἁπάντων, πολλὴν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες γῇ, δεξόμεθα παράκλησιν. Σʹ. Θεοδούλῳ διακόνῳ. Εἰ καὶ χαλεπὸς ὁ χειμὼν, καὶ πρὸς ὕψος ἐγήγερται μέγα, καὶ οἱ βουλόμενοι λυμαίνεσθαι ταῖς Ἐκκλησίαις ταῖς εἰς Γοτθίαν πολλὴν ποιοῦνται σπουδὴν, πανταχοῦ περιτρέχοντες, ἀλλ' ὑμεῖς μὴ διαλίπητε τὰ παρ' ἑαυτῶν εἰσφέροντες. Κἂν γὰρ μηδὲν ἀνύσητε πλέον, ὅπερ οὐχ ἡγοῦμαι, ἀλλ' ὅμως τῆς γνώμης, καὶ τῆς προθέσεως ἀπηρτισμένον ἔχετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθόν. Μὴ τοίνυν κάμῃς, ἀγαπητὲ, σπουδάζων, μεριμνῶν, φροντίζων, καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε μὴ γενέσθαι ταραχὰς αὐτόθι καὶ θορύβους. Πρὸ δὲ πάντων εὔχεσθε, καὶ μὴ διαλίπητε ἐκτενῶς δεόμενοι τοῦ φιλανθρώπου Θεοῦ, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς, ἵνα λύσῃ τὰ κατέχοντα νῦν κακὰ, καὶ πολλὴν παράσχῃ καὶ βαθεῖαν τῇ Ἐκκλησίᾳ εἰρήνην. Τέως μέντοι, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, πάντα ποιήσατε, ὥστε ἀναβολήν τινα γενέσθαι τῷ πράγματι, καὶ γράφε ἡμῖν συνεχῶς, ἕως ἂν ᾖς αὐτόθι. ΣΖʹ. Τοῖς μονάζουσι Γότθοις τοῖς ἐν τοῖς Προμώτου. Ἔγνων καὶ πρὸ τῶν γραμμάτων τῶν ὑμετέρων 52.727 ὅσην ὑπομένετε θλίψιν, ὅσας ἐπιβουλὰς, ὅσους πειρασμοὺς, ὅσας ἐπηρείας· καὶ διὰ τοῦτο μάλιστα ὑμᾶς μακαρίζω, τοὺς στεφάνους τοὺς ἐκ τούτων ἐννοῶν, τὰ βραβεῖα, τὰ ἔπαθλα. Ὥσπερ γὰρ οἱ