97
ἐπιβουλεύοντες ὑμῖν, καὶ ταράττοντες ὑμᾶς, κρῖμα καθ' ἑαυτῶν χαλεπὸν ἐπιφέρουσι, καὶ τὸ τῆς γεέννης κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύουσι πῦρ· οὕτως ὑμεῖς οἱ ταῦτα πάσχοντες, πολλῆς ἀπολαύσεσθε τῆς ἀμοιβῆς, πολλῆς τῆς ἀντιδόσεως. Μὴ δὴ θορυβεῖσθε, μηδὲ διαταράττεσθε ἐντεῦθεν, ἀλλὰ χαίρετε καὶ σκιρτᾶτε, ἀποστολικὸν φρόνημα διατηροῦντες τὸ λέγον· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου· καὶ πάλιν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. ∆οκιμώτεροι τοίνυν γενόμενοι, καὶ εὐπορώτεροι τὴν εὐπορίαν τὴν ἐν οὐρανοῖς, κἂν χαλεπώτερα τούτων πάσχητε, μειζόνως ἀγάλλεσθε. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ἡ ὑπομονὴ ὑμῶν, ἡ ἀνδρεία, ἡ καρτερία, ἡ γνησία καὶ θερμὴ διάθεσις, τὸ ἀκλινὲς ὑμῶν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, τὸ ἀκίνητον. ∆ιὸ καὶ ἡμεῖς ὑμῖν πολλὰς ὁμολογοῦμεν χάριτας, καὶ συνδεδέμεθα ὑμῶν ταῖς ψυχαῖς διηνεκῶς, καὶ τῆς ὁδοῦ τὸ μῆκος οὐδὲ ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν ὑμετέραν ἐργάζεται. Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν. Καὶ οὐ μόνον οὐκ ἐγκαλῶ, ὅτι οὐδένα ἐπέμψατε, ἀλλὰ καὶ ἐπαινῶ καὶ θαυμάζω. Ἐκεῖνο γὰρ πολὺ τούτου προτιμότερον, τὸ πάντας ὑμᾶς εἰς τὴν ὑπόθεσιν ταύτην ἀσχολεῖσθαι. Μὴ δὴ διαλίπητε τὰ παρ' ὑμῶν αὐτῶν εἰσφέροντες καὶ δι' ὑμῶν αὐτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε ὑπέρθεσιν τῷ πράγματι γενέσθαι. Ἄν τε γὰρ ἀνύσητέ τι, ἄν τε μὴ, τὸν μισθὸν ἀπηρτισμένον ἔχετε τῆς γνώμης καὶ τῆς προθυμίας. ΣΗʹ. Ἀκακίῳ πρεσβυτέρῳ. Ὁ οὕτω θερμὸς ἡμῶν ἐραστὴς, ὁ οὕτω σφοδρῶς περὶ ἡμᾶς διακείμενος, οὐδὲ γραμμάτων ἡμῖν μεταδίδως τῶν σῶν. Καίτοι γε ἤδη ἐπεστάλκαμεν καὶ ἅπαξ, καὶ δίς· αὐτὸς δὲ ὀκνηρότερος περὶ τοῦτο γέγονας. Ἐννοῶν τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ, τὰ περὶ τῆς ὑγιείας σου δηλῶν, μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν γράψαι παρακλήθητι. Πολλὴν γὰρ καρπούμεθα παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς μανθάνοντες συνεχῶς. ΣΘʹ. Σαλβίωνι. Ὅτι μὲν ἡμᾶς ἀγαπᾷς, κἂν γράφῃς, κἂν σιγᾷς, οἶδα σαφῶς. Οὐδὲ γὰρ δύνασαι λαθεῖν οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, ἀλλὰ πάντες τοῦτο ᾄδουσι, καὶ πολλοὶ πρὸς ἡμᾶς ἀφικνούμενοι τὴν θερμήν σου καὶ 52.728 γνησίαν ἡμῖν ἀπαγγέλλουσιν ἀγάπην. Ἐβουλόμεθα δὲ καὶ γράμματα συνεχῶς δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, καὶ τῆς δεσποίνης μου τῆς ἐλευθέρας σου, καὶ τοῦ οἴκου σου παντός· οἶσθα γὰρ ὅπως ἡμῖν τοῦτο περισπούδαστον. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, εἰ καὶ ἐργῶδες ὅπερ αἰτοῦμεν λοιπὸν διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ τὸ σπανιάκις ἡμῖν τινας ἐπιχωριάζειν, ὅτε ἂν ἐξῇ, γράφειν ἡμῖν μὴ κατόκνει, ταῦτα δηλῶν ἅπερ ᾐτήσαμεν. Τὴν γὰρ ὑγείαν τὴν ὑμετέραν καὶ τὴν ἀσφάλειαν ἡμέτερον εἶναι νομίζομεν πλοῦτον, καὶ εὐφροσύνην, καὶ πολλὴν ἡδονήν. Μὴ δὴ τοσαύτης ἡμᾶς ἀποστερήσῃς ἡδονῆς, ἀλλὰ χαρίζου τοῖς σφόδρα σε ἀγαπῶσι τὴν διὰ τῶν τοιούτων γραμμάτων παράκλησιν, πολλὴν ἡμῖν κομίζουσαν τὴν παραμυθίαν. ΣΙʹ. Θεοδώρῳ. Ἐθαύμασα πῶς παρ' ἑτέρων ἔμαθον τὴν ῥᾳθυμίαν Σαλουστίου τοῦ πρεσβυτέρου. Καὶ γὰρ ἐγνωρίσθη μοι ὅτι μόλις πέντε ὁμιλίας εἶπεν ἕως Ὀκτωβρίου μηνὸς, καὶ ὅτι καὶ αὐτὸς καὶ Θεόφιλος ὁ πρεσβύτερος, ὁ μὲν ὄκνῳ, ὁ δὲ δειλίᾳ, οὐ παραβάλλουσι τῇ συνάξει. Ἀλλὰ Θεοφίλῳ μὲν σφοδρότερον ἐπέστειλα, καθαψάμενος αὐτοῦ, Σαλουστίου δὲ ἕνεκεν τῇ σῇ ἐπιστέλλω τιμιότητι, ἐπειδὴ οἶδα πῶς αὐτοῦ σφοδρὸς ἐραστὴς εἶ· καὶ σφόδρα χαίρω καὶ εὐφραίνομαι ἐπὶ τούτῳ. Καὶ ἀλγῶ πρὸς τὴν σὴν τιμιότητα, ὅτι μοι οὐκ ἐποίησας τοῦτο δῆλον, δέον καὶ διορθῶσαι, αὐτὸς δὲ οὐδέτερον τούτων ἐποίησας. Νῦν γοῦν παρακαλῶ, καὶ σαυτῷ καὶ ἡμῖν τὰ μέγιστα χαριζόμενος, διέγειρον αὐτὸν σφοδρότερον, καὶ μὴ ἔα αὐτὸν καθεύδειν, μηδὲ ἀργεῖν. Εἰ γὰρ μὴ νῦν ἐν τῷ χειμῶνι τῶν πραγμάτων τούτων καὶ τῇ ζάλῃ τὴν προσήκουσαν