1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

99

ποιῶ, ὅτι ὅπουπερ ἂν ὦ, ἐπὶ διανοίας σε περιφέρω. Παρακαλῶ τοίνυν, ἵνα καὶ ἑτέραν δεχώμεθα τὴν εὐφροσύνην, μὴ μόνον ἀπὸ τοῦ γράφειν, ἀλλὰ καὶ ἀπὸ τοῦ μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, δήλου ἡμῖν ταῦτα συνεχῶς. Κἂν γὰρ εἰς χαλεπωτέραν ταύτης ἐρημίαν ἀπενεχθῶμεν, δεχόμενοι τοιαῦτα παρ' ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γράμματα, πολλῆς ἀπολαυσόμεθα τῆς εὐφροσύνης. ΣΙʹ. Μουσωνίῳ. Καὶ ἤδη ἐπεστάλκαμέν σου τῇ εὐγενείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ νῦν τὸ αὐτὸ πάλιν ποιοῦμεν, καίτοι μηδὲ ἅπαξ σοῦ ἐπεσταλκότος ἡμῖν. Ἀλλ' ὅμως ἡμεῖς οὐ διαλείψομεν συνεχῶς ὑμῖν ἐπιστέλλοντες, καὶ τὸ ἡμῖν αὐτοῖς πρέπον ποιοῦντες. Ἐβουλόμεθα γὰρ καὶ πυκνότερον τοῦτο ποιεῖν· ἐπειδὴ δὲ καὶ ἐν ἐρημίᾳ πολλῇ χωρίου διατρίβομεν, καὶ ὁ τῶν λῃστῶν φόβος πολιορκεῖ τὴν πόλιν, καὶ ἡ τοῦ χειμῶνος ὥρα ἀποτειχίζει τὰς ὁδοὺς, καὶ ταῦτα πάντα οὐκ ἀφίησι πολλοὺς ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ. Ἴσμεν γάρ σου τὸ γνήσιον τῆς ἀγάπης, τὴν θερμὴν διάθεσιν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν ἐλευθερίαν, τὸ ἀνυπόκριτον. ∆ιὸ καὶ ἐπὶ μνήμης σε διηνεκῶς περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, καὶ ἐπιλαθέσθαι σου τῆς ἐμμελείας οὐ δυνάμεθα. Ἵνα δὲ μὴ τῷ γράφειν μόνον, ἀλλὰ καὶ τῷ δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, εὐφραινώμεθα, πέμπε συνεχῶς ἡμῖν τοιαύτας ἐπιστολάς. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα ἀπὸ τῶν τοιούτων γραμμάτων παραμυθίαν, ὅταν ἀκούωμεν, ὅτι ὑμεῖς οἱ σφοδροὶ ἡμῶν ἐρασταὶ καὶ θερμοὶ ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγετε. ΣΙΖʹ. Βαλεντίνῳ. Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν θερ52.731 μὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται. Ἐπεὶ οὖν ἐδήλωσεν ἡμῖν ὁ τιμιώτατος πρεσβύτερος ∆ομετιανὸς, ὁ τῶν χηρῶν καὶ παρθένων τῶν αὐτόθι τὴν προστασίαν ἔχων, ὅτι σχεδὸν ἐν λιμῷ καθεστήκασιν, ὥσπερ εἰς λιμένα τὰς σὰς καταφεύγομεν χεῖρας, ὥστε τουτὶ λῦσαι τοῦ λιμοῦ τὸ ναυάγιον. ∆έομαι οὖν σου, καὶ σφόδρα δέομαι, μεταπεμψάμενος τὸν πρεσβύτερον, ὅπερ ἂν ᾖ δυνατὸν, ἐπικουρῆσαι παρακλήθητι. Τῆς γὰρ ἐν ἄλλῳ καιρῷ ἐλεημοσύνης ἡ νῦν παρεχομένη πολλῷ πλείονα παρέχει τὴν ἀμοιβὴν, ὅσῳπερ ἐν χαλεπωτέρῳ χειμῶνι καὶ ζάλῃ καθεστήκασιν οἱ δεόμενοι λαβεῖν, οὐ τῆς εἰωθυίας ἀπολαύοντες ἀφθονίας. Ἐννοήσας τοίνυν καὶ τοῦ πράγματος τὸ κέρδος, καὶ τὴν ἀπὸ τοῦ καιροῦ γενομένην προσθήκην, τὰ σαυτοῦ ποιῆσαι παρακλήθητι. Οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν πρὸς φιλάνθρωπον οὕτω καὶ ἡμερωτάτην γράφοντες ψυχήν. Οἶδας γὰρ, ὅτι καὶ σπόρτουλα ἡμῖν χρεωστεῖς· ἀλλ' ὅμως καὶ ἐκείνων ἕνεκεν εἰς τοῦτό σοι διαλυόμεθα. Καὶ γράψαι δὲ ἡμῖν παρακλήθητι, ὅτι ἐπένευσας ἡμῶν τῇ αἰτήσει, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ παντὸς τοῦ εὐλογημένου σου οἴκου. ΣΙΗʹ. Εὐθυμίῳ πρεσβυτέρῳ. Μηδὲν ὑμᾶς λυπείτω τὸ τῆς σχολῆς ἐξεῶσθαι, ἀλλ' ἐννοοῦντες, ὅσον καὶ ἐντεῦθεν ἐδέξασθε τὸν μισθὸν, καὶ πῶς αὔξεται τὰ τῶν στεφάνων ὑμῖν, χαίρετε καὶ εὐφραίνεσθε ὑπὲρ τῶν παθημάτων τούτων καὶ τῶν ἐπιβουλῶν. Πολλὴν γὰρ ὑμῖν συνάγει ταῦτα τὴν ἐν οὐρανοῖς ἐμπορίαν, καὶ λαμπροτέρους ποιεῖ, καὶ μείζονα καθίστησι τὰ βραβεῖα. Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ ἡμῖν δὲ συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Οἶσθα γὰρ ὅπως συνδεδέμεθά σου τῇ ἀγάπῃ, καὶ πῶς, ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέρω, ἀεί σου θερμὸς γενόμενος ἐραστής· νῦν δὲ πολλῷ θερμότερος, ὅσῳ καὶ λαμπρότερος ἀπὸ τῶν παθημάτων γέγονας. ΣΙΘʹ. Σευηρίνῃ καὶ Ῥωμύλῃ. Εἰ μὴ σφόδρα τὴν γνησίαν ὑμῶν ἀγάπην ᾔδειν, καὶ τὴν σπουδὴν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπιδείκνυσθε, κἂν ῥᾳθυμίαν πολλὴν ὑμῖν ἐνεκάλεσα, τῆς