1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

100

μακρᾶς ἕνεκεν ταύτης σιγῆς ἣν ἐσιγήσατε, καὶ ταῦτα πολλάκις καὶ συνεχῆ παρ' ἡμῶν δεχόμεναι γράμματα. Ἀλλ' ἐπειδὴ οἶδα ὅτι καὶ σιωπῶσαι, καὶ γράφουσαι, 52.732 ὁμοίως περὶ ἡμᾶς διάκεισθε, τούτου χάριν ἐγκαλεῖν οὐκ ἂν ἀνασχοίμην τῆς σιγῆς ἕνεκεν, εἰ καὶ σφόδρα ἐπιθυμῶ πυκνὰ παρ' ὑμῶν δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας ὑμῶν δηλοῦντα. Οὐδὲ γὰρ ἔχοιτ' ἂν καταφυγεῖν εἰς τὸ μὴ συνεχῶς ἐπιτυγχάνειν γραμματηφόρου· ὁ γὰρ ποθεινότατος καὶ γλυκύτατος ἀγαπητὸς ἡμῶν Σαλούστιος, εὖ οἶδ' ὅτι πρὸς τοῦτο ὑμῖν διακονήσασθαι ἠδύνατο. Ἀλλ' ὅμως οὐδὲ οὕτως ὑμῖν ἐγκαλῶ, διὰ τὸ σφόδρα θαῤῥεῖν ὑμῶν περὶ τῆς ἀγάπης. Αὐτὸς μέντοι, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν οὐ παύσομαι· οἶδα γὰρ ὑμῶν τὸ γνήσιον καὶ θερμὸν τῆς διαθέσεως. ΣΚʹ. Παιανίῳ. Ἀνεπνεύσαμεν, ἐσκιρτήσαμεν, οὐκέτι ἀλλοτρίαν, οὐδὲ ξένην οἰκεῖν ἡγούμεθα, τῆς σῆς θαυμασιότητος πρὸς τὴν τοιαῦτα πάσχουσαν ἐπανελθούσης πόλιν. Ποιεῖ δὲ ἡμῖν τὴν τοσαύτην ἡδονὴν, οὐ τὸ σὲ πλείονος ἀπολελαυκέναι τιμῆς· ἡ γὰρ σὴ τιμὴ τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετὴ, καὶ οὔτε ἔμπροσθέν σέ τις αὐτὴν ἀφελέσθαι ἴσχυσεν, οὔτε νῦν ἀποδέδωκεν πῶς γὰρ τὴν μὴ ἀφαιρεθεῖσαν;· σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος. Καὶ γὰρ οἶσθα κερδαίνειν ἃ κερδαίνειν χρή. Γράφε δὴ λοιπὸν τῶν κατορθωμάτων σου τὸ μέγεθος, καὶ λέγε σαφῶς πόσους κειμένους ἀνέστησας, πόσους καταπεπτωκότας ἀνώρθωσας, τίνας σαλευομένους ἐστήριξας, τίσι πεπονηκόσιν ἐν τῷ μακρῷ τούτῳ χρόνῳ παρέστης, τίνας ῥᾳθυμοῦντας σπουδαίους ἐποίησας, τίνας σπουδαίους ὄντας σπουδαιοτέρους εἰργάσω, καὶ πάντα ἁπλῶς καθ' ἕκαστον τὰ ἐπὶ τῆς παρατάξεώς σου ταύτης ἀνδραγαθήματα. Οἶδα μὲν γὰρ ταῦτα καὶ πρὸ τῶν γραμμάτων τῶν σῶν, ἐπειδὴ καὶ τὴν ψυχὴν οἶδα τὴν σὴν, τὸν γενναῖον ἀθλητὴν, καὶ τὸν θαυμαστὸν ἀριστέα· ἀλλ' οὖν βούλομαι καὶ παρὰ τῆς ποθεινοτάτης μοι γλώττης ταῦτα μανθάνειν. ∆ίδου δὴ ἡμῖν ταύτην τὴν αἴτησιν· οἶσθα γὰρ ἡλίκην χαριῇ χάριν, τοῦτο ποιῶν. ΣΚΑʹ. Κωνσταντίῳ πρεσβυτέρῳ. Τῇ τετάρτῃ τοῦ Πανέμου μηνὸς μέλλων ἀπὸ τῆς Νικαίας διεξορμᾷν, ταῦτα διαπέμπομαι τὰ γράμματα πρὸς τὴν σὴν θεοσέβειαν, παρακαλῶν, ὅπερ ἀεὶ παρακαλῶν οὐκ ἐπαυσάμην, κἂν χαλεπώτερος τοῦ νῦν κατέχοντος γένηται ὁ χειμὼν, κἂν μείζονα τὰ κύματα, μὴ διαλιπεῖν τὰ σαυτοῦ πληροῦντα εἰς τὴν οἰκονομίαν, ἧς ἐξ ἀρχῆς ἥψω· λέγω δὴ τοῦ Ἑλλη52.733 νισμοῦ τὴν καθαίρεσιν, τῶν ἐκκλησιῶν τὰς οἰκοδο52.733 μὰς, τῶν ψυχῶν τὴν ἐπιμέλειαν· μηδέ σε ὕπτιον ποιείτω τῶν πραγμάτων ἡ δυσκολία. Οὐδὲ γὰρ κυβερνήτης τὸ πέλαγος ὁρῶν μαινόμενον καὶ διανιστάμενον, ἀποστήσεται τῶν οἰάκων· ἀλλ' οὐδὲ ἰατρὸς τὸν κάμνοντα βλέπων τῇ νόσῳ κρατούμενον, ἀναχωρήσει τῆς θεραπείας, ἀλλὰ τότε μάλιστα ἕκαστος τούτων τῇ τέχνῃ χρήσεται. Καὶ σὺ τοίνυν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλῇ νῦν χρῆσαι τῇ προθυμίᾳ, μηδὲ ὕπτιον ποιείτω σε τὰ συμβαίνοντα· οὐ γὰρ ὑπὲρ ὧν ποιοῦσιν ἡμᾶς ἕτεροι κακῶν λόγον δώσομεν, ἀλλὰ καὶ μισθὸν ληψόμεθα. Εἰ δὲ αὐτοὶ τὰ παρ' ἑαυτῶν μὴ εἰσενέγκαιμεν, ἀλλὰ ῥᾳθυμήσαιμεν, οὐδὲν εἰς τοῦτο ἡμῶν προστήσεται ὁ τῶν πραγμάτων θόρυβος· ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ διατρίβοντες· καὶ οὐδένα τούτων τὰ ποικίλα δεσμωτήρια ταῦτα ῥᾳθυμότερον πεποίηκε. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου, καὶ Φοινίκης, καὶ Ἀραβίας, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν μὴ παύσῃ φροντίζων Ἐκκλησιῶν, εἰδὼς ὅτι πλείονα λήψῃ τὸν μισθὸν, ὅσῳ καὶ τοσούτων ὄντων τῶν κωλυμάτων, τὰ παρ' αὑτοῦ εἰσφέρεις. Καὶ γράφειν δὲ ἡμῖν συνεχῶς μὴ κατόκνει, ἀλλὰ καὶ πυκνότατα. Ὡς γὰρ ἔγνωμεν νῦν, οὐκέτι εἰς Σεβάστειαν, ἀλλ' εἰς τὴν Κουκουσὸν ἐκελεύσθημεν ἀπελθεῖν, ὅπου σοι καὶ εὐκολώτερον ἐπιστέλλειν ἡμῖν. Γράφε τοίνυν ἡμῖν πόσαι