1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

102

χάριν ἴσμεν· εὖ γὰρ οἶδ' ὅτι οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἐκ τοῦ σφόδρα μετριάζειν, τοῦτο πέπονθας. ∆είκνυε τοίνυν λοιπὸν μετὰ ἀδείας τὴν περὶ ἡμᾶς ἀγάπην, νιφάδας ἡμῖν πέμπων ἐπιστολῶν, δηλούσας τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἢν γὰρ τοιαῦτα 52.735 δεξώμεθα γράμματα, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, πολλὴν ἀπὸ τῆς ἀγάπης ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν. Οὐδὲν γὰρ οὕτω ψυχὴν ἀνέχειν δύναται, καὶ ἐν πολλῇ καθιστᾷν ἡδονῇ, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι γνησίως. Καὶ τοῦτο οἶσθα μάλιστα πάντων αὐτὸς, ἐπειδὴ μάλιστα πάντων καὶ φιλεῖν οἶσθα. ΣΚ∆ʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Τί τοῦτο; Οὕτως ἡμῶν ἐρῶντες οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος, κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε; Οὐδὲ γὰρ ἀρκοῦσα πρόφασις, ἣν ἐγράψατε ἐπιστέλλοντες πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον Κωνστάντιον. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι. Ἀλλ' ἔστω τοῦτο οὕτως ἔχον, καὶ κείσθω τῆς σιγῆς ταύτην εἶναι τὴν αἰτίαν· ἰδοὺ καὶ αὐτὴ ὑμῖν ἀνῄρηται, καὶ πρότεροι τοῖς πρὸς ὑμᾶς ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τε ὑμῖν ὁμολογοῦντες τῆς γνησίας ἀγάπης, ἣν οὕτως ἀκμάζουσαν περὶ ἡμᾶς διατηρεῖτε, καὶ παρακαλοῦντες, ἡνίκα ἂν ἐξῇ, καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς. Ὅτι μὲν γὰρ καὶ παραγενέσθαι ἐνταῦθα οὐκ ἂν ὠκνήσατε, εἰ μὴ τὰ εἰρημένα κωλύματα παρὰ τῆς κοσμιότητος ὑμῶν ἦν, οὐδὲν ἀμφιβάλλω· μᾶλλον δὲ ἀπὸ τῆς γνώμης καὶ παρεγένεσθε. Ἀλλ' ἐπειδὴ τοῦτο ἔργῳ πληρῶσαι τέως οὐκ ἔνι, τὴν ἀπὸ τῶν γραμμάτων ἡμῖν παρέχετε παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν καὶ τοῦ οἴκου παντὸς εὐαγγελιζόμενοι. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα συνεχῶς παρ' ὑμῶν γράμματα, κἂν ἐν χαλεπωτέρᾳ ταύτης ἐρημίᾳ καθήμεθα, πολλὴν ἀπὸ τῶν ἐπιστολῶν ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν. ΣΚΕʹ. Κωνσταντίῳ πρεσβυτέρῳ. Ἐθαύμασα πῶς οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, καὶ πάντα ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν καὶ πάσχειν παρεσκευασμένος οὐδὲ γὰρ ἡμᾶς ἔλαθεν· οὐδὲ γὰρ ἔνι γνησίως φιλοῦντα λαθεῖν, οὐδὲ ἅπαξ ἡμῖν ἐπέστειλας, καὶ ταῦτα πλησίον ἐλθοῦσιν ὑμῶν, καὶ τοῦ τιμίου μοι καὶ ἐνδοξοτάτου ἀδελφοῦ Λιβανίου ἐνταῦθα ἀφιγμένου. Καὶ ταῦτα οὐκ ἐγκαλῶν, ἀλλ' ἀλγῶν λέγω. Ἐπειδὴ γὰρ σφόδρα διάκειμαι περὶ τὴν εὐλάβειαν ὑμῶν, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν εἶ κοινὸς τῶν ἐν ἀνάγκαις ὄντων, πενίαν λύων, χηρείαν διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας δέχεσθαι ἐπιθυμῶ. ∆ίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, καὶ ἔμπλησον ἡμῶν τὴν ἐπιθυμίαν. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, καὶ ταῦτα ἐν ἐρημίᾳ διατρίβοντες, ἂν τῆς ποθεινῆς σου καὶ ψυχῆς καὶ χειρὸς δεξώμεθα γράμματα, περὶ τῆς σῆς ἀπαγγέλλοντα ὑγείας, καὶ τοῦ οἴκου σου παντός. ΣΚʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Ἐλύσατε ἡμῖν τὸ αἴνιγμα. Ὅτι γὰρ οὐκ ἤρκει εἰς 52.736 ἀπολογίαν ἡ ἐγκειμένη τότε πρόφασις, αὐτοὶ νῦν ἐδηλώσατε, μὴ δεξάμενοι γράμματα, καὶ πρότεροι τῷ γράφειν ἐπιπηδήσαντες. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ κἂν θρασύτητος μέλλῃ κρίνεσθαι, τὸ αὑτῆς πληροῖ. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ γράψασθαι ὑμᾶς διὰ τὸ προτέρους ἐπιστεῖλαι, ὅτι καὶ στεφανοῦμεν ὑπὲρ τούτου, καὶ ἀνακηρύττομεν, καὶ νῦν μάλιστα τοὺς γνησίους ἡμῶν ἔγνωμεν ἐραστὰς, οὐκ ἀπὸ τοῦ γράψαι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προτέρους γράψαι. Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας· ἱκανὴν μὲν καὶ νῦν καρπούμεθα παράκλησιν ἀπὸ γνησίας οὕτω ψυχῆς δεχόμενοι γράμματα· ἐπιθυμοῦμεν δὲ καὶ ἐκείνης τῆς συντυχίας, ἧς γένοιτο μετὰ πολλοῦ τοῦ τάχους ἡμᾶς ἀπολαῦσαι, ὥστε μεγίστην ἡμᾶς ἀγαγεῖν ἑορτήν. ΣΚΖʹ. Καρτερίᾳ. Τί φής; Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς