1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

104

ἐπιδείκνυνται ἀγάπην, καὶ πῶς πάντα καὶ παθεῖν καὶ ποιῆσαι τούτου ἕνεκεν παρεσκευασμένοι εἰσί. Τοῦτο δὲ ὅλον κατόρθωμα τῆς θεοσεβείας τῆς σῆς. ΣΛΑʹ. Ἀδολίᾳ Πολλάκις μὲν ἐπεστάλκαμέν σου πρὸς τὴν εὐλάβειαν, ἀλλ' οὐκ ἀρκεῖ τοῦτο τὸ πολλάκις ἡμῖν, ἀλλ' ἐβουλόμεθα μὲν καθ' ἑκάστην ἡμέραν τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως διακείμεθα περὶ τὴν ἐμμέλειαν τὴν σήν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἡνίκα ἂν ἐξῇ, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι τὴν ὀφειλομένην ἀπο52.738 πληροῦμεν πρόσρησιν, συνεχῶς καὶ διηνεκῶς βουλόμενοι μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐθυμίας. Παρακαλῶ τοίνυν, εἰδυῖα ἡλίκα ἡμῖν χαρίζῃ ταῦτα ἐπιστέλλουσα, ἔργον ποιήσασθαι τοῦτο παρακλήθητι, τὸ συνεχῶς ἡμῖν ταῦτα ἐπιστέλλειν. Ἐπεὶ καὶ νῦν οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, ὅτι ἀνδρὸς πᾶσιν, ὡς εἰπεῖν, γνωρίμου, καὶ ἡμῖν ἀγαπητοῦ, μέλλοντος ἐνταῦθα παραγενέσθαι, τοῦ κυρίου μου τοῦ τιμιωτάτου Λιβανίου, οὐκ ἐπέστειλας ἡμῖν, ἀγνοήσασα μὲν ἴσως· πλὴν ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο ἀλγοῦμεν, ὅτι ἀγνοεῖς τοὺς ἐκεῖθεν πρὸς ἡμᾶς ἐρχομένους. Ἡμεῖς γὰρ οὐ παυόμεθα περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς ἐντεῦθεν πρὸς ὑμᾶς παραγενομένους, ἡνίκα ἂν ἐξῇ, δι' ἐκείνων ἡμῖν τὴν ἐπιθυμίαν τὴν ἑαυτῶν πληροῦντες· αὕτη δέ ἐστι τὸ συνεχῶς ἐπιστέλλειν πρὸς τὴν σὴν ἐμμέλειαν. ΣΛΒʹ. Καρτερίᾳ. Εἰ σαφῶς ᾔδεις ὅσην ἡμῖν δίδως χάριν, καὶ γράφουσα, καὶ συνεχῶς γράφουσα, καὶ τοῦ μέλιτός σου τῆς ἀγάπης ἀναχρωννῦσα τὰ γράμματα, πάντα ἂν ἐποίησας, ὥστε δυνηθῆναι καθ' ἑκάστην ἡμέραν πέμπειν ἐπιστολὰς ἡμῖν. Οὐκέτι γὰρ Κουκουσὸν οἰκεῖν νομίζομεν, οὐδὲ ἐν ἐρημίᾳ διάγειν, τοσαύτην ἀπὸ τῶν γραμμάτων σου καὶ τῆς γνησίας ἀγάπης καρπούμενοι τὴν εὐφροσύνην. Τὸ δὲ μὴ μόνον ἐπιστολὰς πέμψαι, ἀλλὰ καὶ τὸν κύριόν μου τὸν ποθεινότατον ἀδελφὸν ἡμῶν Λιβάνιον πεῖσαί τε ἀναστῆναι ἐκεῖθεν, καὶ τὴν ἀποδημίαν στείλασθαι ταύτην, πόσης διαθέσεώς ἐστι; πόσης κηδεμονίας; ∆ιὰ ταῦτα σκιρτῶμεν καὶ εὐφραινόμεθα. Ἀγάπης γὰρ γνησίας ἴσον οὐδέν. Καὶ αὐτὴ μὲν ἀξιοῖς τὴν αὐτὴν ἡμᾶς διασώζειν διάθεσιν, ἣν ἐξ ἀρχῆς ἐπεδειξάμεθα περὶ τὴν σὴν ἐμμέλειαν. Ἡμεῖς δὲ οὐκ ἀνεχόμεθα ἐπὶ τοῦ μέτρου μένειν τούτου, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν προσθήκας ἐπιζητοῦμεν τῆς περὶ σὲ διαθέσεως, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Οὐ γὰρ διαλιμπάνομεν συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες τὸ εὐγενές σου τῆς ψυχῆς, τὸ ἄπλαστον, τὸ ἐλευθέριον, τὸ φιλικὸν, τὸ γνήσιον, τὸ ἀνυπόκριτον, καὶ μεγίστην ἀπὸ πῆς μνήμης τῶν λογισμῶν τούτων καρπούμεθα τὴν εὐφροσύνην. ∆ιὸ παρακαλοῦμεν θαῤῥήσασαν ἡμῶν τῇ ἀγάπῃ, μηδὲν ἀλγῆσαι ὑπὲρ τῶν ἀποσταλέντων παρὰ τῆς σῆς τιμιότητος, ὅτι δὴ ταῦτα ἀνεπέμψαμεν. Τῇ μὲν γὰρ διαθέσει καὶ ἐδεξάμεθα, καὶ ἀπελαύσαμεν αὐτῶν· ἐπειδὴ δὲ ἐν χρείᾳ οὐ καθεστήκαμεν, ἐδηλώσαμεν αὐτὰ τηρεῖσθαι παρὰ τῇ σῇ εὐγενείᾳ. Κἄν ποτε καταστῶμεν ἐν χρείᾳ, ὄψει μεθ' ὅσης παῤῥησίας καὶ τοῦ θαῤῥεῖν γράψαιμεν, ὥστε ἡμῖν ἀποσταλῆναι, κἀν τούτῳ τὸ σὸν φυλάσσοντες ῥῆμα. Πρὸς γὰρ τῷ τέλει τῆς ἐπιστολῆς ἔφης· ∆εῖξον ὅτι καταξιοῖ σου ἡ θεοσέβεια θαῤῥεῖν ἡμῖν, καὶ τοῖς ἡμετέροις ὡς ἰδίοις κεχρῆσθαι. Εἰ τοίνυν οὕτω βούλει διακεῖσθαι ἡμᾶς, ὥσπερ οὖν καὶ βούλει, καὶ τοῖς σοῖς ὡς ἰδίοις κεχρῆσθαι, ἡνίκα ἂν ἐπιστείλω, τότε πέμπε. Τοῦ γὰρ ἴδια αὐτὰ νομίζειν, τοῦτο μέγιστόν ἐστι 52.739 σημεῖον τὸ, ἡνίκα ἂν ἐγὼ βουληθῶ, τότε πέμπεσθαι, ἀλλὰ μὴ τότε, ὅτε οὐ δέομαι. ∆εῖξον τοίνυν κἀν τούτῳ τὴν γνησίαν σου φιλίαν, καὶ τὴν αἰδῶ τὴν περὶ ἡμᾶς, τῷ καὶ ἐν τούτῳ ἡμῶν ἀνασχέσθαι· καὶ πέμψον ταχέως ἐπιστολὴν ἀπαγγέλλουσαν ἡμῖν ὡς οὐκ ἤλγησας. Ἂν γὰρ μὴ τοῦτο ποιήσῃς, ἐν διηνεκεῖ φροντίδι καθιστᾷν ἡμᾶς μέλλεις· οὐ γὰρ παυσόμεθα μεριμνῶντες, μή ποτε ἐλυπήσαμεν· πολὺ γάρ σου τῆς ἀγάπης ἀντεχόμεθα, καὶ τοῦ ἀναπαύειν σου τὴν εὐγένειαν. Ἐπεὶ οὖν ἱκανῶς ἀπελογησάμεθα, δήλωσον ἡμῖν ὡς ἐδέξω τὴν ἀπολογίαν ἡμῶν. Καὶ γὰρ ἔξεστί σου μαθεῖν τὴν ἐμμέλειαν, ὅτι πρὸς μὲν ἄλλους τὸ αὐτὸ δὴ τοῦτο πεποιηκότας, καὶ σφόδρα γνησίους ἡμῖν, οὐκ ἐδέησεν ἡμῖν ἀπολογίας, ἀλλ' ἤρκεσε τὸ διακρούσασθαι