106
λείψανα διορθοῦντες. Καὶ ταῦτα εἰρήκαμεν πρὸς τὴν σὴν λαμπρότητα, ἐπειδὴ σφόδρα ἴσμεν χαίροντά σε τῇ ἀνέσει τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ἃ αὐτόθι πεποίηκας οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, τοὺς προπετεῖς ἐκείνους καὶ ἀλογίστους ἀναστέλλων θορύβους, καὶ πάντα ποιῶν, ὥστε ἡμᾶς ἐν ἀδείᾳ καταστῆσαι, καὶ τὰ σαυτοῦ πληρῶν. Καὶ ταῦτα πρὸς ἅπαντας ὅπουπερ ἂν ἀφικώμεθα ἀνακηρύττομεν, πολλάς σοι χάριτας εἰδότες, δέσποτά μου θαυμασιώτατε, τῆς τοσαύτης κηδεμονίας. Ἵνα δὲ μὴ μόνον ἐκ τοῦ φιλεῖσθαι παρὰ σοῦ, ἀλλὰ καὶ ἐκ τῶν γραμμάτων 52.741 ἀπολαύειν τῶν σῶν περὶ τῆς ὑγείας τῆς σῆς σημαινόντων πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, δίδου ταύτην ἡμῖν τὴν χάριν. Οὐ γὰρ τὴν τυχοῦσαν δεξό52.742 μεθα καὶ ἐν ἀλλοτρίᾳ γῇ διατρίβοντες παράκλησιν, εἰ τοιαῦτα γράμματα δεξαίμεθα παρὰ τῆς θαυμασιότητός σου.
ΣΛΖʹ. ΚΩΝΣΤΑΝΤΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΗΝ ΜΗΤΕΡΑ.
Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων,
παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας. Κατέλυσας αὐτὴν τῆς φύσεως τὴν τυραννίδα, κελεύσασα ἡμᾶς ἔρημον ἀνταλλάξασθαι πόλεως, καὶ φόβον Ἰσαυρικὸν ἀδείας, καὶ τὸν χωρισμὸν ἡμῶν τῆς συνουσίας τῆς μεθ' ὑμῶν, ὥστε μηδὲν ἀναγκασθῆναι ποιῆσαι τῶν μὴ προσηκόντων. ∆ιὰ ταῦτά σοι πολλὰς χάριτας ἵσμεν, οὐχ ὅτι ἔτεκες, ἀλλ' ὅτι οὕτως ἀνέθρεψας, κἀν τούτῳ γινομένη μήτηρ οἵαν γίνεσθαι χρή. Ὡς αἵ γε τῷ πάθει καταμαλακιζόμεναι, καὶ πρὸ τοῦ συμφέροντος τῶν παίδων τὴν παρουσίαν αὐτῶν ἐπιζητοῦσαι, οὐ μητέρες, ἀλλὰ παιδοκτόνοι δικαίως ἂν κληθεῖεν. Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνδρεία γέγονας, καὶ σιδήρου στεῤῥοτέρα, ἄφατον παρὰ τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς γνώμης ταύτης προαποθεμένη σοι τὸν μισθὸν, οὕτω παρακαλοῦμεν, καί σου δεόμεθα καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὴν αὐτὴν ἐπιδείξασθαι φιλοσοφίαν, καὶ εἰδέναι ὅτι μία ἐστὶ συμφορὰ, ἁμαρτία μόνον, τὰ δὲ ἄλλα πάντα μῦθος, δυναστεῖαι, καὶ δόξαι, καὶ τιμαὶ, αἱ παρὰ ἀνθρώπων. Καὶ ἡ πρὸς τὸν οὐρανὸν ἄγουσα ὁδὸς, αὕτη μάλιστα ἡ διὰ τῶν θλίψεών ἐστι. ∆ιὰ γὰρ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν, φησὶν, 52.742 εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ πάντες δὲ οἱ ἅγιοι, οἵ τε ἐν τῇ Παλαιᾷ, οἵ τε ἐν τῇ Καινῇ, ταύτην ὥδευσαν τὴν ὁδὸν, ἐπιβουλευόμενοι συνεχῶς, ἐλαυνόμενοι, φυγάδες καὶ μετανάσται γινόμενοι, ἀπόλιδες, ἄοικοι, θανάτους ἀώρους ὑπομένοντες, καὶ παρ' ὧν μάλιστα οὐδαμῶς ἐχρῆν. Τί γὰρ ὀδυνηρότερον, εἰπέ μοι, ἢ χαλεπώτερον τοῦ παρὰ δεξιᾶς ἀδελφικῆς κατενεχθῆναι, καὶ ἄωρον καὶ βίαιον ὑπομεῖναι τελευτὴν, μετὰ στεφάνους καὶ εὐδοκίμησιν τοσαύτην; τί δὲ ὀδυνηρότερον, καὶ μόνον καὶ ἐν ἐσχάτῳ δοθέντα γήρᾳ κελευσθῆναι σφάττεσθαι ὑπὸ πατρικῆς χειρὸς, καὶ τὸν γεννησάμενον διάκονον γενέσθαι τῆς τοιαύτης σφαγῆς; Μὴ γάρ μοι τοῦτο λέγε, ὅτι μετὰ ταῦτα ἀπέλαβεν αὐτὸν ὑγιῆ καὶ σῶον. Οὐδὲν γὰρ τούτων εἰδὼς ὁ δίκαιος ἐκεῖνος, ἀλλ' ὅτι πάντως αὐτὸν ἀναιρήσει, οὕτω καὶ ἀνήγαγεν εἰς τὸ ὄρος, καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασε, καὶ τὸ ξίφος διήλασε· καὶ γὰρ καὶ διήλασε, τό γε εἰς τὴν αὐτοῦ γνώμην ἧκον· διὸ καὶ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται. Ἂν δὲ τὸν ἔκγονον εἴπω τὸν ἐκείνου, καὶ αὐτὸν ὄψει ὑπὸ ἀδελφικῆς βασκανίας πάλιν φυγάδα καὶ ἄπολιν γενόμενον, καὶ δοῦλον, καὶ ἐν ἀλλοτρίᾳ θητεύοντα, καὶ τὸν περὶ τῶν ἐσχάτων δεδοικότα φόβον. Ἂν δὲ τὸν Ἰωσὴφ τὸν πραθέντα, τὸν δουλεύ52.743 σαντα, τὸν δεθέντα ἔτη τοσαῦτα, τὸν μυρία παθόντα δεινά· ἂν δὲ τὸν Μωϋσέα, καὶ τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντα κακά· τὰ γὰρ τῶν ἀποστόλων οὐδὲ παραστῆσαι ἔνι τῷ λόγῳ· ταῦτ' οὖν ἅπαντα συναγαγοῦσα, καὶ λογιζομένη τῆς ὑπομονῆς τὸν μισθὸν, θυσίαν ἀνένεγκε τῷ Θεῷ, τὸ γενναίως ἐνεγκεῖν τὰ