109
διαδίδοσθαι λαμπρὰν, κομίζουσαν ὑμῶν τὰ κατορθώματα. Πάντες γὰρ ὑμᾶς ἀνακηρύττουσι, θαυμάζουσι, στεφανοῦσι, μακαρίζουσι τῆς ἀνδρείας, τῆς στεῤῥότητος, ἣν διὰ τῶν ἔργων ἐπεδείξασθε, τὸ γραφικὸν ἐκεῖνο πληροῦντες, Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἰδοὺ γοῦν τοσούτων κυμάτων 52.746 ἐπενεχθέντων, τοσαύτης ζάλης διαναστάσης, οὔτε θορυβῆσαί τις ὑμᾶς ἴσχυσεν, οὔτε εἰς ὁτιοῦν παραβλάψαι, ἀλλὰ καὶ μειζόνων ὑμῖν ἐγκωμίων ἄκοντες γεγόνασιν οἱ κακῶς ὑμᾶς ποιῆσαι βουλόμενοι αἴτιοι. ∆ιὰ ταῦτα χαίρετε, παρακαλῶ, καὶ εὐφραίνεσθε, καὶ τὸν Θεὸν ἱκετεύοντες μὴ διαλίπητε, τὸν ποιοῦντα καὶ μετασκευάζοντα. Ποιήσει γὰρ ταχέως ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, διὰ τὴν οἰκείαν ἀγαθότητα. ΣΜʹ. Τοῦ αὐτοῦ πρὸς Κάστον πρεσβύτερον. Πῶς διαλάμπει σαφῶς, καὶ λαθεῖν οὐ δύναται ἡ ψυχὴ θερμὴν ἀγάπην ἔχουσα! ὅπερ ἐπὶ τῆς σῆς γέγονε τιμιότητος. Οὐδὲ γὰρ εἰδὼς ὅτι ἐπεστάλκαμέν σου τῇ εὐλαβείᾳ καίτοι γε ἐπεστάλκαμεν, ὅμως αὐτὸς τὰ παρὰ σαυτοῦ πεποίηκας, γράψας τε ἡμῖν, καὶ τὴν διάθεσίν σου τὴν γνησίαν καὶ ἐν τούτῳ ἐπιδειξάμενος, καὶ πολλῆς ἡμᾶς ἐμπλήσας τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως. Ἵν' οὖν συνεχῶς ταύτης ἀπολαύωμεν τῆς ἡδονῆς καὶ εὐφραινώμεθα, συνεχῶς τοῦτο ποιεῖν παρακέκλησο, ἡνίκα ἂν ἐξῇ. Οἴδαμεν γὰρ ὅτι τὸ πρᾶγμα δύσκολον, τῷ μὴ ῥᾳδίως τινὰς ἐνταῦθα παραγίνεσθαι· καὶ γὰρ τὸ τῆς οἰκουμένης ἐρημότατον χωρίον τοῦτό ἐστιν· ἀλλ' ὅμως τοῖς ἀγαπῶσι καὶ τὰ δύσκολα εὔκολα γίνεται. Εἰ γὰρ βουληθείης περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, τοὺς ἐκεῖθεν κατὰ χρείας ἰδίας ἀφικνουμένους εὑρήσεις, καὶ ὅλως οὐδὲν ἐπιλείψει τῷ ζητεῖν καθ' ὁδοῦ. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, συνεχεῖς ἡμῖν πέμπε ἐπιστολάς. Τό τε γὰρ πρᾶγμα δυσκολίαν οὐδεμίαν ἔχει, οὔτε πόνον, ἡ δὲ ἐξ αὐτοῦ εὐφροσύνη πτεροῦσθαι ἡμᾶς ποιεῖ, καὶ πολλῆς παραμυθίας ὑπόθεσις γίνεται. ΣΜΑʹ. Τοῦ αὐτοῦ πρὸς Κυριακὸν πρεσβύτερον. Καὶ ἐν τούτῳ ἐθαύμασά σου τὴν ἀγάπην τὴν θερμὴν, καὶ γνησίαν, καὶ ἀκλινῆ, δι' ἧς ἔδειξας, ὅτι οὐ παρόντων ἡμῶν, ἀλλὰ καὶ ἀπόντων πολὺν ποιῇ λόγον. Αὐτὸς μὲν γὰρ ἔφης μηδὲ ἐπεσταλκέναι ἡμᾶς τῇ τιμιότητί σου, καὶ οὐκ ἐγένετο τοῦτο ἱκανὸν ἐμποιῆσαί σοι σιγὴν, ἀλλὰ καίτοι νομίσας ἡμᾶς σεσιγηκέναι, τρεῖς ἐπιστολὰς ἔπεμψας πρὸς ἡμᾶς. Ἡμεῖς δὲ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις ἐπεστάλκαμεν. Καὶ ἀμφότερα ἐδείχθη καλῶς, ἥ τε ἀγάπη ἡ σὴ, μὴ δεηθεῖσα τῶν γραμμάτων ἡμῶν, ἥ τε εὐγνωμοσύνη ἡ ἡμετέρα. Ἐπεὶ οὖν οἶσθα, ὅπως διακείμεθα περὶ τὴν τιμιότητά σου, ὅτι τῷ κεφαλαίῳ τῶν ἀγαθῶν βρύεις, τῷ συνδέσμῳ τῆς τελειότητος, ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην. Ὅσας γὰρ ἂν λάβωμεν ἐπιστολὰς, κἂν πολλαὶ ὦσι τῷ ἀριθμῷ, οὐ λαμβάνομεν κόρον, διὰ τὸ σφόδρα διακεῖσθαί σου περὶ τὴν τιμιότητα. ΣΜΒʹ. Τοῦ Χρυσοστόμου Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ. Οὐδὲν ὑμῖν ἀπολογίας δεῖ πρὸς τὸ μὴ παραγενέσθαι· ἐμοὶ γὰρ ἀπὸ τῆς γνώμης παραγεγόνατε, καὶ οὐδὲν ἕλαττον ἔχετε παρ' ἡμῖν τῶν ἀφικομένων ἐνταῦθα. ∆ιὸ καὶ χάριν ὑμῖν ἔχω πολλὴν, τὴν γνησίαν ὑμῶν εἰδὼς διάθεσιν, καὶ ὑπὲρ τῆς ἀπουσίας πολλὴν ἔχω συγγνώμην, διά τε τὴν τοῦ σώματος ἀῤῥωστίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον Γράφειν δὴ μὴ κατοκνεῖτε συνεχῶς ἡμῖν τὰ περὶ τῆς 52.747 ὑγείας ὑμῶν εὐαγγελιζόμεναι. Καὶ γὰρ καὶ πόῤῥω καθήμενοι μεριμνῶμεν τὰ ὑμέτερα· κἂν μάθωμεν, ὅτι θορύβων ἐκτός ἐστε καὶ ταραχῆς καὶ τὰ περὶ τῆς ῥώσεως ὑμῶν, οὐ τὴν τυχοῦσαν καρπούμεθα εὐφρο52.748 σύνην. Ταῦτ' οὖν εἰδυῖαι, συνεχῶς ἡμᾶς εὐαγγελίζεσθε ταῦτα, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν, ἵνα καὶ ἐν ἐρημίᾳ διατρίβοντες πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.