1
HISTORIA CHRONIKE ΙΣΤΟΡΙΑ ΧΡΟΝΙΚΗ.
1Exc. Salmasii in Crameri Anecd. Par. II:
Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν
μυθευομένων. 1. Ὁ παρ' Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺςὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ' Αἰγύπτου ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ασλεʹ. Ὅτε τὸ Πάσχα καὶ ἡ τῶν Ἑβραίων ἔξοδος ἀπ' Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυπτίων ὀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομένων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων fr. 13 ἐν πρώτῳ Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος του Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν.» ∆ῆλον δὲ ὅτι τούτους φησὶ τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους. 2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλληγοροῦσιν, ὅθεν καὶ τὸ, Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη. (3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ Θησέα Ἡρακλῆς ἐρρύσατο. ∆ιὰ δὲ τοῦ κινδύνου τὸ προῦπτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη. (4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσβάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήμα τος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (l. Ἀστραίου) Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρίξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ διασώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορφος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον. 9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέπεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν συρρεῖν, Σπαρτοὶ ὠνομάσθησαν. (10) Οἱ παρ' Ἀμφίονος θελγόμενοι λίθοι ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) ∆αίδαλος ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι, πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θηβαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐτήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαιστής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς τῆς μητρὸς βοηθεῖσθαι δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλάτων καὶ τὴν ὕδραν σοφίστριαν εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς ἄριστοι. 16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώμενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (λ. ἦν Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐτίθει ἐπ' Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ ἔπαθλα παῖδας Ἀττικοὺς, ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ