1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

44

Κόμοδος δύο τοὺς ἐπάρχους καταστήσας, ἀσφαλέστερον ᾠήθη πράττειν. Χρόνου δέ τινος διαδραμόντος, ἑτέρα τις ἐπιβουλὴ κατ' αὐτοῦ γέγονε. Μά τερνός τις, ἐκ τῶν στρατιωτῶν φυγὰς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας, πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων, χεῖρα πολλὴν κακούργων συναθροίζει· καὶ πρότερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις· εἶτα καὶ μείζονα τολμήσας, εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας, λαβών τε δορυφόρου σχῆμα ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. Ἀλλ' εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου, προδιαγγέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον, ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστηρίους τινὰς, ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανηγύριζεν. 4. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν, πλείονί τε φρουρᾷ ἐχρήσατο, καὶ σπανίως τοῖς δήμοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. Συνέβη γὰρ κατ' ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν, καὶ πολλοὺς διαφθείρειν. Ἐπέσχε δὲ καὶ λιμὸς κατ' αὐτὸ τοὺς ἀνθρώπους ἐκ τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ, συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ' αὐτοῦ τιμῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχειρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖστον σῖτον, ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμπραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας, τούτους ἐδελέαζεν. Οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν, καὶ τῶν δεινῶν τὰς αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ Κομόδου πανδημεὶ ἐπελθόντες κατεβόων, καὶ τὸν Κλέανδρον πρὸς θάνατον ᾔτουν. Ταραχῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσε γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκε τῷ δήμῳ, καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν· ὡς δὲ ἐν τῇ πόλει εἰσῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς εἰσόδους, ἐκ τῶν δωμάτων λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. Οἱ δὲ ἔπασχον ἅπερ ἐδράκεισαν· τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. 5. Ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέχοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ πραττόμενα ἐβούλετο, δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας, καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς, ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδοθείη. Τότε καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάραξαν. Ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν, τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. Ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο, προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. Καὶ ὁ μὲν Κλέανδρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ, καὶ οὕτω διεμαράνθη. 6. Ὁ δὲ Κόμοδος εἰσελθὼν ἐν τῷ ἄστει μεγαλοφρόνως ὑπεδέχθη· πειραθεὶς δὲ τοσούτων κινδύνων, ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς πιστεύων, σχολάζων τε ἀλλεπαλλήλοις καὶ ἀκολάστοις τοῦ σώματος ἡδοναῖς, ἡνιόχοις τε καὶ ὑποκριταῖς καὶ θηρίων σφαγαῖς· ὑπὸ δέ τινος τύχης ἐλαυνόμενος, εἰς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι. Ζήτει ἐν τῷ Περὶ κακίας καὶ ἀρετῆς. 120 Exc. De virt.: Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι, Ἡρακλέα τε καὶ ∆ιὸς υἱὸν