1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

47

Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ. 6. Οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ὑπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον, «Τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι;» Ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις, ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχὴν, ἐν εὐπορίᾳ δὲ πολλῇ εἶναι δοκῶν, ζῶν δὲ κραιπάλαις καὶ τρυφαῖς, καὶ ἄλλοις κακοῖς **.

123 ΙΟΥΛΙΑΝΟΣ.

Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ ὕπατος, ὁ ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχὴν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. Εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις ἐν καταφρονήσει αὐτὸν ἐποίει.

124 ΝΙΓΡΟΣ.

Exc. De ins.: Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν καταφρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει, βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ. Καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. Ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, εἰς ἑορτὰς καὶ θέας ἐπιδιδοὺς ἑαυτὸν, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην, καὶ φθάσαι οἰκειωσάμενον αὐτὰ, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. Ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικὸν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους, καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. Ἡγεῖτο δὲ τούτων Σεβῆρος, τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος.

125 ΣΕΒΗΡΟΣ.

Exc. De virt.: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδὴς, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνους τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. 126 Exc. De ins.: Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐπέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος,