1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

51

Πλαυτίλλαν, οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱὸν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. Εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους, ὡς ἐκείνου φίλους, διεχρήσατο πάντας. Πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 132 Exc. De virt.: Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαιφονίαις καὶ οἱ στρατιῶται, τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι κατ' οὐδὲν διεκρίνοντο· Τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος, καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀπεδήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. Ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβε, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμμάχους παρ' αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς, καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. Οὕτω τε ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ' αὐτῶν χαίρειν λεγόμενος. Ἐπεὶ δὲ καὶ εἰς τὴν Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον, καὶ στεφάνοις κοσμήσας καὶ ἄνθεσι, τὸν Ἀχιλλέα ἐμιμεῖτο. Καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο, καὶ διατρίψας χρόνον τινὰ, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. Ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων, ὡς οὔπω τις βασιλέων πρότερον. Καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἐφόρει καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς, περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. Ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρε παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. Ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ τὴν μητέρα ἀπέσκωψαν. Ὀργίλος τε ὢν φύσει ὁ Ἀντωνῖνος, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. Ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γονεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. Ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδὸν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ' ἧς εἶχε φρουρᾶς· τοὺς δὲ στρατιώτας ἐπαφῆκε, καὶ πᾶσαν τὴν ἐν μέσῳ νεολαίαν συνέκοψεν. Οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. Τοσοῦτος δὲ ἐγένετο φόνος ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. Τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. Καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύω τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδούεντον καὶ Μακρῖνον. Ὁ μὲν γὰρ στρατιωτικὸς, ὁ δὲ λογικός. ∆ιὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον. 133 Exc. De ins.: Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν· περιεργότατος γὰρ ὢν, ἐβουλήθη μαθεῖν τὸν μετ' αὐτὸν βασιλεύσοντα, ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινὶ, τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκύᾳ τε χρησάμενον μαθεῖν. Ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος, καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. Οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. Ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, ἄγειν πρὸς αὐτόν. Ὁ δὲ ἀναγνοὺς, καὶ περιτυχὼν τῇ κατ' αὐτοῦ θανατηφόρῳ γραφῇ, ταύτην μὲν