1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

70

πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ' ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πόλει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. 183 Exc. Salm.: Οὐαλεντινιανὸς ὁ μέγας. Οὐαλεντινιανῷ προσῆλθε γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σαλουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀποδοῦναι τὰ ἁρπαγέντα. Ὡς δ' οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς. 184 Exc. De insid.: Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ, Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος, ἐπανίσταται τῇ Κωνσταντίνου πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνεται φόνων καὶ συμφορῶν αἴτιος. Καὶ μέχρι μὲν οὖν τινὸς τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακολείᾳ πόλει Οὐάλεντι προσήχθη· ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπα ράχθη. Καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ, καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρε, καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. 2. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας, ὑπ' αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. Ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους, ἐκ τῆς εἰς βασιλείαν ὑποψίας· καὶ ἁπλῶς εἰπεῖν, ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ Θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν· αὐτίκα δὲ κατὰ τῶν βαρβάρων ἐχώρει· καὶ τελευτᾷ ἡττηθείς.

t185 ΓΡΑΤΙΑΝΟΣ.

185 Exc. De virt.: Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου

τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει, καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ' ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργεσθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους.

t186-190 ΘΕΟ∆ΟΣΙΟΣ. 186 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς

Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ, κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται, καὶ δι' Ἀνδραγαθίου, τοῦ τῆς τυραννίδος κοινωνοῦ, πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. Ἐτελεύτα μὲν οὖν Γρατιανὸς, βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιεʹ. 2. Αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. Οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ἀπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθὼν, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος· καὶ ἀνηγορεύθη παρ' αὐτῶν βασιλεύς. 3. Τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περιῆλθεν ἡ ἀρχὴ εἰς