1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

24

ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήιον, καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελὼν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. Οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήιος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ, τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν· ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο, καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. Μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε, καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην (λ. Ἀρτάκην) φεύγειν ἠνάγκασε, καὶ τὴν μικρὰν Ἀρμενίαν ∆ηιοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο, Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου. Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. Ἐφ' οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο, καὶ Ἰουδαίουςτρίτῳ μηνὶ παρεστήσατο. Ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀναθημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν. Ὑρκανὸν γὰρ εἰς τὴν Ῥωμαίων ἐξέπεμψεν δέσμιον.» 71 Exc. De virt.: Ὅτι Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων, καὶ τὸ ἦθος ποικίλος, ἐπ' ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν εἰς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. Λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων εἰς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι, καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. Ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον εἰς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας, καὶ τὸ συνειδὸς ἐκθέ σμων καὶ μυσαρῶν πράξεων. Τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ὀρεστίλλης ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών. ∆ι' ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. Ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος, οὐδὲ ἀναπαύων τὴν γνώμην. Οὐ μὴν ἀλλὰ ὁ Κικέρων, εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς ἀνευρεῖν ἱκανὸς, γνῶναί τε τὸ μέλλον ὀξύτατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. Ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάνλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπουλίαν καὶ Τυρρηνίαν ἠθροικότα. Οἱ δὲ κοινωνήσαντες αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων, δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον. 72 Exc. De ins.: Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλλετο, τοὺς περὶ Βροῦτον εἰς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. Μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν, ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος. Ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ' αὐτὸν συμβεβηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάϊος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας, πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς, ὑπατείαν ἐπήγγειλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. Ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου, ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν, τὰς δυνάμεις διαφεὶς, παρατάττεται. (2) Οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς· Κουρίωνος δὲ τοῦ κατ' ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν