1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

62

Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουργίδα περιθέμενος, δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατακτείνεται. Ἐφ' ᾧ Βικτωρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται· ἄριστος μὲν ἐν τοῖς πολέμοις, ταῖς δὲ τοῦ σώματος ἡδοναῖς ἡττημένος, ἀλλοτρίους τε ἐνυβρίζων γάμους, καὶ παρθένους ἁρπάζων. Ὅθεν ἐν Ἀγριππίνῳ, πόλει Γαλατικῇ, πρός τινος στρατιώτου διαφθείρεται, δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. Καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς· ὃς τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων, βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός τε τὴν πορφύραν ἐν Βουρδογάλῳ πόλει τῆς Γαλατίας μεγίσταις ἀνέπεσε ταραχαῖς. 2. Ὅτι Ὀδέναθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη, καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. 3. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν, σὺν τῷ ἀδελφῷ Βαλεριανῷ, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἓξ, ἀπὸ τοῦ ∆ελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρακλειανὸς, ὃς συμπραξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει.

153 ΚΛΑΥ∆ΙΟΣ. Exc. De ins.: Ὅτι ἐπὶ Κλαυδίου τοῦ βασιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν

ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας, ἐπικηρυκεύεται παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν, ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ.

154 ΚΥΝΤΙΛΛΟΣ.

Ibid.: Ὅτι Κυντίλλος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα τῷ

γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι λέγεται καὶ τῶν ἰατρῶν τινὸς τεμόντος φλέβα αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις αὖος ἐγένετο.

155 ΑΥΡΗΛΙΑΝΟΣ.

Exc. De virt.: Ὅτι Αὐρηλιανὸς ὁ βασιλεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος,

ἀκάθεκτος δὲ περὶ τὴν γνώμην, καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. Τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐζημίωσεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φονικὸς ὑπάρχων, καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεὺς, ἐν παντὶ δὲ καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον διεχρήσατο. Τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν. 156 Exc. De ins.: Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον· ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα, πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκόμισε, τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένας, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. Οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν ὀξύτητος εἰληφότες, φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν·