1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

59

ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. Τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον, καὶ ὕβρεις αἰσχρὰς εἰς αὐτὸν ἀπορρίπτειν· ἐφ' αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν, ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργὴ, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. 11. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων· ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. Οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. Συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν, αὐτὸν πολιορκεῖσθαι· ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται, τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανὸν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. Τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων, τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. Φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν, εἴασαν κυσί τε καὶ ὄρνισι βοράν· τούτων δὲ τὰς κεφαλὰς ἐς Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο, βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες.

ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ.

12. Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν

παραγενόμενος ἐν εἰρηνικῷ σχήματι, ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τοὺς δὲ ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω τε ἔμεινεν παρὰ τὰ τείχη, κομιζόμενος τὰ χρειώδη παρὰ τῶν ἔνδον. Οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες, μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης περιέτυχον Μαξίμῳ αὐτοκράτορι, διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ Ἰταλίας λογάδας ἤθροιζεν· ἀφῖκτο δὲ αὐτῷ καὶ συμμάχων πλῆθος. Παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν οἱ τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός· εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην, ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ, καὶ τὴν κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. Καὶ οὐδὲν εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. Οὐδὲ γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο· οὔτε τις ἔμενεν οἴκοι, ἀλλ' ὥσπερ ἐνθουσιῶντες ἐφέροντο, συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. Ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν· ἀρχαί τε πᾶσαι καὶ ἡ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον, ὑπερευφραίνετο, εἴς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες διεπέμποντο. Καὶ ὁ Μάξιμος ἐπιστὰς τῇ Ἀκυληίᾳ, ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος, εἰκόνας τε