1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

16

προσενεγκούσης φόνῳ. 36 Exc. De virt.: Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι. 37 Exc. De insid.: Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύσαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (λ. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμίανεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κατειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 38 ιβιδ.: Ὅτι ∆αρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ ∆αρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας, ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 39 Exc. Salm.: ∆αρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμίραμις ἐβασίλευον. Φαραὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάν θρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκείνου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων. 40 Exc. De insid.: Ὅτι ἐπὶ ∆αρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ, πολλήν τε τῆς Ἑλλάδος καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν ∆ημοσθένην ἐχομένου πολέμου ἐκκοπεὶς πρότερον