1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

17

τὸν δεξιὸν ὀφθαλμὸν, ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. 41aSuidas v. Ἀλέξανδρος: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε. Πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. Τοῖς τε γὰρ ἀρίστοις ἀνδράσιν εἴς (τε) λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη, πρός τε τὰ πολέμια διελθὼν θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. Καὶ πρὸς ∆αρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. Κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. Ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν, etc.Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν ∆αρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν, καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τριακοσίαις τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγχέα μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. Suidas l. l: Ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. Καὶ εἶπεν αὐτῷ· «Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης;» Καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο, καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. 42aExc. De ins.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεὺς, ἐπὶ τοσούτοις κατορθώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος τὸν βίον μετήλλαξεν. Suidas v. Ἀλέξανδρος: «Ὅτι ὁ αὐτὸς ὀκτακοσίοις ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἀκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. Εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. Καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. Καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. 43 Exc. De virt.: Ὅτι Λούκιος Βαλέριος Ποπλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου ταφῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας παραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὰν καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. 44 Exc. De ins.: Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτημένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ' ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόντος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος. 45 Ibid.: Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν τὸ γένος, καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρκυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος, χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας, τιμωρεῖν τοῖς κηδεσταῖς, ἀτίμως παρεωσμένοις τῆς δυναστείας, ἠξίου, ἡ βουλὴ (δὲ) καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους, καινὸν ἡγεμονίας ἀνευρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ' Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν· ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ