1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

4

ἄστροις, καὶ καλοῦσιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. - Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ ∆ία, καὶ Ἥραν καὶ ἄλλους παῖδας. Οὗτος ἐάσας τὸν ∆ία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ ἌφροςἈφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίωνἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν καὶ Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν. 4 Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεννήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νεβρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶτος (καὶ) κατέδειξε τὸ κυνηγεῖν. -Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη ὁ Κρόνος. 2. Περὶ τῶν λεγομένων παρ' Ἕλλησι θεῶν. Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πατρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγένετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά. Εἶχε γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς. 3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. 4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυγατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμεσιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνόμασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοήθειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώνιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλοσοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ αὐτόν. 5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρόνος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυτοῦ υἱὸν ∆ία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*. 6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη ξ βʹ ἐκράτησε Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τελευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων. 5 Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ, ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν. Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν καὶ Ἑρμῆν γεννᾷ, καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς γυναιξὶ, καὶ δι' εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ