1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

9

Φοινίκων ἐκδέχεται, κεῖται πόλις ∆ὰν ὀνομασθεῖσα πρότερον ἐκ τῆς τοῦ ∆ὰν φυλῆς, ὁπηνίκα χρόνον ἐπ' οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλανώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν, καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκοδομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προσηγορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πηγῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, ∆ὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ, κόλωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους· ὧν ἐξ ἑκατέρας προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ ∆ανίτης ἐπικαλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ καταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι· ὃς τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν, καὶ δι' ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε γῆν, ἶσος αὐτὸς αὑτῷ καὶ παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν καλουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.» 11 Cod. Par. 1630: Ἰορδάνης δὲ ποταμὸς οὕτω λέγεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ ∆άνην. Καθ' ὃν δὴ χρόνον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ, ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας καὶ τὸν Ἰσμαὴλ ἐκ τῆς παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκδὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ τὸν Ἠσαὺ, ἀφ' οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομάσθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπεδείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε προσηγορεύθησαν. 4. Καθ' ὃν χρόνον ἐγνωρίσθη παρ' Ἕλλησιν Ἡσίο δος ἀνὴρ σοφὸς, ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα γλῶσσαν μετέβαλεν. Τότε δὲ καὶ ἐν τῇ χώρᾳ τῶν Καρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ ὄνομα, καὶ δι' ὀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν Καρῶν χώραν. Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σελήνης φιλεῖσθαι. 5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ Μωσέως ἔτη φεʹ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη δσδʹ. Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγατρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπτίων· πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ' Αἰγύπτου, συλλαβὼν Ἰσραηλίτας, οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ ἐνιαυτοὺς λςʹ, καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε χρόνων ὢν ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ Ἰσραήλ. 12 Exc. Salmas.: Οἱ δυνάσται τῶν ἐθνῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ διωκόμενοι, καὶ μὴ προσδεχθέντες παρ' Αἰγυπτίων, εἰς τὴν τῶν Ἄφρων χώραν μετοικήσαντες ἐπέγραψαν· «Ἡμεῖς ἐσμὲν