1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

65

ἐπινοηθῆναι τὰ προσωπεῖα, συκῆς φύλλοις τὰ ἑαυτῶν ἐκάλυπτον πρόσωπα, καὶ δι' ἰάμβων ἀπέσκωπτον. Ἐποίουν δὲ τοῦτο καὶ οἱ στρατιῶται, καὶ εἰς τοὺς θριαμβεύοντας ἔσκωπτον. 2. ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς μὴ δυνηθέντες περιγενέσθαι τοῦ Χριστιανισμοῦ, καὶ μανέντες, τὴν βασιλείαν κατέθεντο. Καὶ ∆ιοκλητιανὸς μὲν δώδεκα ἔτη πρωτεύσας ἀπέθανε· Μαξιμιανὸς δὲ βουληθεὶς πάλιν ἀναλαβέσθαι τὴν βασιλείαν, καὶ ἀποτυχὼν, ἀπήγξατο.

t168- 169 ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΓΑΛΕΡΙΟΣ.

168 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας, μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπίκλησιν, τῆς τε Ἰταλίας καὶ Λιβύης ἑκουσίως ἀπέστη τῷ συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς, ἀλλ' ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. Ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον, καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων, τὰς δὲ τῶν βασιλείων θησαυρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. Βέλτιον γάρ οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπηκόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τὸν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. Οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ' ἡμέραν τοῦ βίου δίαιταν, ὡς μήτε κοῖλον ἄργυρον ἐς πλῆθος κεκτῆσθαι, μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. Ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ' αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρόπος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος, καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον ∆ιοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πρᾳότητι. 169 Exc. De virt.: Ὅτι ὁ Γαλέριος ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος, ἐπὶ καταλύσει τῆς τε τῶν Πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἑρκούλιον ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. Ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην, τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον. Καταληφθεὶς δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας, φεύγει, καὶ ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. Συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις, καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. Ἀλλ' ὅμως ὁ Ἑρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν, οὐ πολλῷ ὕστερον, ἐγερθέντων εἰς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. Καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν, καὶ κινδυνεύσας ἀναιρεθῆναι, ἀπῆλθεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κων σταντίνου, κηδεστοῦ ὄντος, ἀνυπόπτως ὑποδεχθείη. Γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. Πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον, διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγκους γάρ τε καὶ Ἀλαμανοὺς, οἳ Κελτῶν εἰσὶ δυνατώτεροι, πανστρατιᾷ διαφθείρας, καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν, ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. Ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἑρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν, ἀναιρεθεὶς ἐν δίκῃ.