1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

42

116 ΜΑΡΚΟΣ ΑΥΡΗΛΙΟΣ ΑΝΤΩΝΙΝΟΣ.

Ibid.: Ὅτι Μάρκος ἀνὴρ ὃν ἐκπλήττεσθαι σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. Ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, οὔτε κατὰ δέος οὔτε καθ' ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. Ἐπῄνει δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς στοᾶς· καὶ ἦν ἄρα ἐκείνων μιμητὴς, οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. Οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. Ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον παῖδα ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. Τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ βασιλείου γένους ἀλλοιωθείς. Καὶ ἐπεὶ παρῆλθεν εἰς τὴν ἡγεμονίαν κατὰ μοναρχίαν ἐξηγούμενος, καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος, πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε· ἀλλ' ἦν ἐλευθέριος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσιν. 117 Exc. Salm.: Μάρκος ἔτη ιθʹ. Πρὸ τοῦ Μάρκου Τίτος Αὐρήλιος Φοῦλβος Βοιώνιος Ἀντωνῖνος Πῖος (ὁ κληθεὶς Εὐσεβὴς) ἔτη κδʹ. Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ' ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο. Καταστάσης δὲ τῆς βαρβαρικῆς κινήσεως, τοῖς μὲν ἑκουσίαν ποιουμένοις τὴν τῶν βασιλικῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ μέτρον τῆς τιμῆς ἀπεδίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. Τούτῳ ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησεν διὰ τὴν ἀρετὴν αὐτοῦ. Μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμοδος ἔτη ιγʹ. Μετὰ Κόμοδον Περτίναξ μῆνας ςʹ. Μεθ' ὃν ∆ίδιος Ἰουλιανὸς ἡμέρας ξʹ. 118 Exc. De ins.: Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ ὢν νεωτεροποιὸς, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν. Αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαι ἄλλως τε καὶ νοσώδη ὄντα οἰηθεῖσα, μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινὰς, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. Ὃς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ' αὐτὸν ἔφθασε. Καθ' ἡσυχίαν δ' οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν, οὔτε δῆμον οὔτε πόλιν, οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ, μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶ ἐνδεικνύμενα. Ἦν δ' οὖν τοιαῦτα· «Ἱκε»τεύω ὑμᾶς, ὦ βουλὴ, καθαράν μου τὴν ἀρχὴν ἀπὸ «παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι. Μὴ γένοιτό «τινα ἐξ ὑμῶν ἐπ' ἐμοῦ ἢ τῇ ἐμῇ ἢ τῇ ὑμετέρᾳ