1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

5

ὅπλα. Μετὰ Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος * Αἰγύπτου, ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυλῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴκησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ. 6 Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσσυρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής. Ὥτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡςθεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πολέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ ∆ανάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ' αὐτοῦ. 4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιάδος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ ∆ία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ ∆ιὸς τελευτὴν ἐβασίλευσεν ὁ τούτου υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ μιγνύμενος ὁ Ζεὺς ἐτεκνοποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσπερος. Οὗτος Ἡρακλῆς κατέδειξε πρῶτος τὸ φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. ∆ιὰ γὰρ τοῦ ῥοπάλου τῆς κρατερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυμίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (λ. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πληγεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πολέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων