1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

45

ὀνομάζεσθαι, τούς τε μῆνας ἀφ' ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβὴς, Εὐτυχὴς, Λούκιος, Αἴλιος, Αὐρήλιος. Ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα, λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζόμενος. Ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον συναγαγὼν, δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γονάτων ὑφάσματα, ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργάσατο. Καθεύδων γὰρ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος, ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρκίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. Πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν. 121 Exc. De ins.: Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον, ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον, γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων), ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν (γὰρ) ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. Τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. Παιδίον δέ τι μικρὸν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο, Φιλοκόμοδόν τε ὠνόμασε, τοῦτον λαβὼν τὴν δέλτον, ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος. Αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμματεῖον· ὅπερ ἀνελομένη ἡ Μαρκία, δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα, διεξῆλθε, καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων αὐτῇ· ἀνοιμώξασα δὲ καθ' ἑαυτὴν, τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμματεῖον, «Ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν.» Ὁ δὲ ἀναγνοὺς κατεπλάγη, καὶ τοῦτο διά τινος πιστοτάτου παραπέμπει παραχρῆμα τῷ Λαίτῳ. Ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. Ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. Ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως, αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον· ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ (εἰς) πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. Οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. Ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος, βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἐχρήσατο.

122 ΠΕΡΤΙΝΑΞ.

Ibid.: Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ, κρύψαι τὸ γενόμενον βουλευσάμενοι, εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον, καὶ καταρράψαντες, δι' οἰκετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφόρησαν· αὐτοὶ δὲ τὸ πρακτέον