1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

78

λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαίων ἐμβατεύσαντας χωρίοις. Παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μάλιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο· ἀλλ' οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βαλεντινιανὸν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύναμιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλίγοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλλει. Ὁ δὲ θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον· ** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. ∆αιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ' αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς ∆ομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδήλων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπικαλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ' αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμηςἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ' αὐτὸν ἐλευθέρων οἷς μάλιστα ἐκεῖνος