1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

49

Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατεγγύησεν, ὃς ἦν ἔπαρχος. Ὁ δὲ Ἀντωνῖνος ἀπαρεσκόμενος τῷ γάμῳ, τήν τε γυναῖκα ἐμυσάττετο, καὶ τῷ πατρὶ αὐτῆς ἠπείλει. Ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλὰς, δράσαι τι μᾶλλον φθάσας ἢ παθεῖν ἀναμείνας, μηχανᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑποσχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βασιλείας ἐπιτύχοι. Ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ, ἐξεπλάγη μὲν τὴν ψυχὴν, οὐκ ἐτόλμησε δὲ ἀντειπεῖν, ὡς μὴ παρ' αὐτὰ κολασθείη. Εἰδὼς δὲ ἀδύνατον ὂν δύο βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ, καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑποσχέσεως. Τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτιανὸν φίλτρον, ἀλλὰ μᾶλλον καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· «∆έσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττομένων κελεύσατε.» 2. Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώρακα τῆς τοῦ σώματος ἀσφαλείας χάριν. Ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο, οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆσθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐτοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρίφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σωματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. Ὁ δὲ Πλαυτιανὸς, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυτὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο· ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀντωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν, καὶ δημοσίᾳ ῥίψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο τέλει. 3. Ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ δύο ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις, τοῖς παραλίοις τῆς Καμπανίας, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν, μιμησάμενος τὸν Σεβαστόν· καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισὶν οὕτως ἐχρήσατο. Ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμενος, καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς· οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες, καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. Νικήσας δὲ τοὺς Βρεττανικοὺς, καὶ ἤδη γηραιὸς ὢν, καὶ ὑπὸ τῆς νόσου ὀχλούμενος, ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν, διοικήσοντα τὰ τῶν στρατοπέδων· ὅστις τοῦ μὲν πολέμου κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον, ὀχληρὸν ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. Πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρεὶς, ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη.

131 ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ.

Ibid.: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς

πάντας φονεύειν ἤρ ξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν