1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

23

σώφρονα, οὐδετέρας μὲν γεγονότα μερίδος, ἀδοκήτως δὲ ἐν τοῖς προγεγραμμένοις θεασάμενον ἑαυτὸν, «Οἴμοι τάλας, εἰπεῖν, διώκει με τὸ ἐν Ἀλβανοῖς χωρίον.» Καὶ ὀρθῶς γε Σαλούστιος ὁ Ῥωμαῖος συγγραφεὺς ἔφη καλοῖς αὐτὸν ἐγχειρήμασι κάκιστον ἐπενηνοχέναι τὸ τέλος. Εἰ μὲν γὰρ τὴν Μαρίου καταβαλὼν δυναστείαν, ἀνδρὸς ἀρχῆθέν τε χαλεποῦ καὶ ἐπιτείναντος ἐν τῇ ἐξουσίᾳ τὴν φύσιν, παρέδωκε τῇ βουλῇ καὶ τῷ δήμῳ τὴν πολιτείαν, θαυμαστὸς ἂν ἦν· νῦν δὲ μέτριος τὰ πρῶτα καὶ πολιτικὸς φανεὶς, καὶ δόξαν δημωφελοῦς ἡγεμόνος παρασχὼν, ἐπειδὰν τῶν ἐναντίων ἐκράτησεν, αὐτὸς ἀντ' ἐκείνου ἦν. Καὶ τυραννίδα φάσκων ἐλαύνειν ἐκ τῆς πόλεως ἑτέραν εἰσῆγε χαλεπωτέραν. ∆ικτάτωρα μὲν γὰρ ἀνεῖπεν ἑαυτόν· ἔμπληκτα δὲ καὶ ἀπάνθρωπα ἔς τε τοὺς πολίτας καὶ τοὺς ἄλλους ὑπηκόους ἐπιπολὺ διεπράττετο, οὐ μὴν ἀλλὰ οὕτω γε τῇ τύχῃ κατεπίστευσε πρὸς ἅπασαν αὐτῷ μεταβολὴν δεξιῶς ἑπομένῃ, ὥστε πολλοὺς μὲν ἀνῃρηκότα, καινότητα δὲ τοσαύτην εἰς τὴν πολιτείαν εἰσενεγκάμενον, ἀποθέσθαι τὴν ἀνυπεύθυνον ἀρχὴν, καὶ τὸν δῆμον αὖθις τῶν ὑπατικῶν ἀρχαιρεσιῶν ἀποφῆναι κύριον· καίτοι Λεπίδου παρελθεῖν εἰς τὴν ὑπατείαν διὰ τοῦ Πομπηίου περὶ τὸν ἄνδρα σπουδὴν προσδοκωμένου, ἀνδρὸς θρασυτάτου τε καί οἱ τὰ μάλιστα πολεμίου· ἀλλ' ὅμως ἐν ἰδιώτου τάξει καὶ ἰσηγορίᾳ τοῖς πολλοῖς ἐντεῦθεν ἦν. Ἀποδειχθέντος δὲ ὑπάτου Λεπίδου, χαίροντα τῷ γεγονότι Πομπήιον ἰδὼν, «Εὖγε, ἔφη, τῆς σπουδῆς, ὦ νεανία, ὅτι καὶ Κατούλου πρότερον ἀνηγόρευσας Λέπιδον, τοῦ πάντων ἀρίστου τῶν πολιτῶν τὸν ἐμπληκτότατον· ὥρα μέντοι σοι σκοπεῖν ὅπως ἰσχυρὸν γεγονότα καταγωνίσῃ τὸν ἀντίπαλον.» Τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε. Μετ' ὀλίγον γὰρ ἐξυβρίσας ἐς τὴν ἀρχὴν ὁ Λέπιδος, πολέμιος κατέστη τοῖς περὶ τὸν Πομπήιον. Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβάλετο. Τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. Ὁ μὲν οὖν Σύλλας ἐπὶ τὴν εἰρημένην ἐλθὼν ἀρχὴν, σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελθεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν πανηγυρίζουσι Ῥωμαῖοι, ὡς ἂν δι' αὐτῶν τοὺς τῆς πόλεως ἱππεῖς διαχρήσηται. Ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ἀπήντησεν. Ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως, ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος πολλοὺς τῶν ἱππέων διέφθειρε. Τούτων δὲ κατὰ τὴν πόλιν πραττομένων, ὁ Σύλλας βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυλίου ταραχῆς ἀποστῆσαι, διεσοφίσατο μηνύσεις τινὰς ἐκ τῶν πανταχόθεν ὑπηκόων, βαρβάρων ἐπιδρομὰς ἐπιφαινούσας. Καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρατεύματα, ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς, τοῦ παντὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν. 69 Exc. De ins.: Ὅτι Μιθριδάτης ὁ τοῦ Πόντου βασιλεὺς χαλεπὸς ὢν καὶ τραχὺς, καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, πρός τε θάνατον ἀναγκαῖον συνελασθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν, τελευτᾷ περὶ τὸν Βόσπορον. 70 Suidas: Πομπήιος. «Ὅτι Πομπήιος ὁ μέγας ἐπικληθεὶς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. Καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτομαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι, καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. Ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. Ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. Ὁ δὲ Πομπήιος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. Ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐλυσιτελὲς ἡγησάμενος