1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

35

καλωδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κόχλου. Ἐς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνὴν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκριτῶν. Ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυμαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχε τοῖς θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ' ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζε καὶ θηρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς ἐς τὸ θέατρον παρῄει. Καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο. Αἰλία γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν, ἢ διὰ γῆρας ἢ διὰ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστάμενοι. Ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ τὸ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνὲς, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ' ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκοτος. Τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι τὸν βίον ἐγενέσθην. Συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. Τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν δι' ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινε. Καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων εἰς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας ὑβρίζων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσι μετὰ τῶν φίλων χρώμενος. Ἡ δὲ Ἀγριππίνη ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. Ἀλλὰ ταῦτα μὲν Ἀγριππίνη ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. Τότε γὰρ καὶ τὴν μητέρα ἐφόνευσεν. Αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβίναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσι τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκὼς, τὴν μὲν Ἀγριππίνης ἀφαιρεῖται τιμὴν, Αὐγούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. Ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. Ἀλλ' ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. Οὗ γενομένου, ἔγων τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, «Παῖε, ἔφη, ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκε.» Καὶ τὰς περιττὰς