1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

33

Exc. De virt.: Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ὡς καὶ συγγράψαι τινά· τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν. Καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα εἰς τὸ συνέδριον εἰσέφερεν, αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου· ὅσα δ' αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. Καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. Οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως ὅσον ὑπὸ τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν ἐκακύνετο. Περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν νοσηλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε. Καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. Ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσι. Πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. Πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. Ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. Τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. 86 Exc. De ins.: Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 87 Exc. Salmas.: Κλαύδιος δειλὸς ὢν πάντας 87 τοὺς προσιόντας αὐτῷ ἐποίησεν ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρεστήκεσαν αὐτῷ. 88 Exc. De virt.: Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ' αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ' ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ' αὐτῆς πραττομένων, οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ' αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπείας πάντα τε τἄλλα ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. Ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, εἰς τὸ Ἄρειον πεδίον τοῦ πλήθους συνελθόντος, τὰς τιμὰς διατάξαι. Οὐ μὴν ἀλλὰ καὶ αὐτή γε, εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελθοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς, μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. Ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ' ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμβόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοῦ κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. Μεθ' ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. 89 Exc. De ins.: Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε.