1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

57

καὶ μέγιστος τὸ σῶμα. 145 Ibid.: Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί. Ἀνεσείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. Ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσίους μεταιτοῦντας. Τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. Πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. (Καὶ) ἐφ' ὅσον μὲν οὖν εἰς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. Ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας, ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ εἰς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυτὸν μετήγαγε, ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πόλεων, καὶ εἴ τι καλλώπισμα ἦν, ἐχωνεύετο (ὅπερ μά λιστα τοὺς δήμους ἐλύπει, πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ εἰς χεῖρας ἐλθεῖν)· ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. Αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. 146 Exc. De ins.: Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν, ἐξ αἰτίας τοιᾶσδε. Ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος, καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. Ἐκεῖνός (τε) γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. ∆ιὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ' ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων, καταδίκαις περιβαλὼν, εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀναιρεῖσθαι. Ἐφ' οἷς ἀλγήσαντες οὗτοι, τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. Οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι, καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι, καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιωτῶν· ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. 2. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, ἐν ἔργοις μείζοσιν ᾔδεσαν μόνην ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν· πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι), μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχὼν, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς, πολλῶν τε πρότερον ἄρξας ἐθνῶν, ἐν τε πράξεσι μεγίσταις ἐξετασθείς. 3. *** πράξει ὑπατικὰς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. Καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν. Ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα, καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα, δεομένη τε συναίρεσθαι τῇ πατρίδι. Οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν· ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. 3. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν. Ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προὐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου· ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. Τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας, τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. Ὁ δὲ τὸν στρατὸν ἀθροίσας, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. Ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς