1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

55

μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα, εἰς τοὺς ὀχετοὺς ἀπερρίφη τοῦ Θύβριδος. Ἀντωνῖνος μὲν οὖν, εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας, καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν. 140 ΑΛΕΞΑΝ∆ΡΟΣ ΣΕΒΗΡΟΣ. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ' ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. ∆ικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾷον καὶ ἥμερον, εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. Εἰς τεσσαρεσκαιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. Ἠτιᾶτο δὲ καὶ τὴν μητέρα, καὶ πάνυ ἤσχαλλεν, ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον, καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. Πολλὰ δὲ ἠναγκάζετο ὑπ' αὐτῆς πράττειν. Ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ. 141 Exc. De ins.: Ὅτι Ἀλεξάνδρου τοῦ Μαμαίας μετὰ τὴν ἐν Πέρσαις συμφορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες, τὴν Ῥωμαίων πορθοῦσιγῆν, καὶ τὰ ἐπὶ ταῖς ὀχθαῖς στρατόπεδα κατατρέχουσι, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. ∆ηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε, καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν ἐπεπόνθεσαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. Ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. Ἐπαγγέλλειδὴ καὶ ἄκων τὴν ἔξοδον, καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. Ἀνύσας δὲ τὴν ὁδοιπορίαν, ἐφίσταται τῷ Ῥήνῳ, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε· τόν τε ποταμὸν ναυσὶ γεφυρώσας, Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμμίξας, ἤρτυε τὸν πόλεμον. Ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. Καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. 2. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος· πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγεὶς, εἶτα κατ' ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. Τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τοῦ στρατοῦ νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκεχειρισμένα ποιούμενος, εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον, ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. Ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. Ὄντες οὖν καὶ ἄλλως εἰς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι, ἀκερδές τε ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ' αὐτοκράτορα καὶ Αὔγουστον τὸν Μαξιμῖνον. 3. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι, ὡς ἐπὶ τὰ συνήθη γυμνάσια προελθόντα καὶ ἐπιστάντα αὐτοῖς Μαξιμῖνον, πορφύρᾳ περιβαλόντες βασιλικῇ, αὐτοκράτορα ἀναγορεύουσιν. Ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο, καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτείνειν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος, ἀνεδέξατο τὴν τιμήν. Ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ