1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

2

τοῦ ἀγῶνος μετείληφε καὶ Θησεὺς καὶ ἐνίκησε Μίνωα, ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοιμὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἱ δὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι. (18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον ∆αυὶδ συνακμάσαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι. 19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προκαλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμονομάχησε καὶ νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή. 20. Ἐπ' Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείωνἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ ∆ελφῶν τὰ Πύθια ἐπὶ ∆ελφύνῃ τῷ δράκοντι· οἱ δέ φασιν ἐπὶ ∆ελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί. 21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασίλευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος ὁ Ἡφαίστου ἔτη ξψοζʹ· μετ' αὐτὸν Σῶς, ἤτοι Ἄρης, μεθ' ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ ἀπ' αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξάμενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ. 22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τάδ' ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ. 23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναικῶν ταῖς στήλαις ἐγχαράσσων μόρια. 24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλά λησεν φωνῇ ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ φασιν ὡς ἐξέδειρεν. 25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ μεγάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν· ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ' αὐτῆς ἀνῃρέθη. 26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια ἡ νῦν Πελοπόννησος. 27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμπιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις. 28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός. 2 Codex Paris. No. 1630, fol. 234: 1. Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέωςτῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονηθείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρικανοῦ, Εὐσεβίου, Παππίου καὶ ∆ιδύμου καὶ ἑτέρων. 2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν ςʹ μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ςʹ· ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιςʹ, ὁ δὲ πῆχυς αὐτοῦ δακτύλους κδʹ, ὁ δὲ ποῦς ιςʹ. Ἔζησε δὲ ἔτη λʹ. Ἡ δὲ τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. 3. Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν βʹ Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φωστήρων, καὶ τὰ Ἑβραϊκὰ γράμματα. (5) Ἔλαβε δὲ Σὴθ γυναῖκα