1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

10

Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής.» 13 Cod. 1630: Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασίλευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σςʹ, καθὼς Ἀφρικανὸς συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε τότε Ἀΐδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν, Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πατὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς?) κατὰ σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐτὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη πεʹ. (4) Ἐν τούτοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*, Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι' ὃ λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπετέθη δὲ καὶ ἡ τῆς Ἀττικῆς βασιλεία. εἰς Ἀθήνας, καὶ ἤρκεσεν ἔτη υβʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέκροψ, ὅστις διφυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρὶ ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίησεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατεκλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορωνεὺς καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγένετο πρῶτος ∆ράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ τοῦτον Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκράτησε τὰ πάντα ἔτη πβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργησεν, ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ. 14 Suidas: Ὀρφεύς. Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσὶ ταῦτα. Εἶπε γὰρ ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων, τόνγε ὑπέρτατον αἰθέρα. Καὶ τὴν γῆν εἶπεν ἀόρατον. Ἔφησε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν· ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν. Ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο, καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντος εἰς τὸ εἶναι, ὁρατά τε καὶ ἀόρατα. Περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη, καὶ ψυχὴν ἔλαβε λογικὴν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι ψυχικοῖς τε καὶ σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων, καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. 15 Codex 1630: Ἐν τοῖς αὐτοῖς χρόνοις ὁ Μαρσύας ἐγένετο αὐλητὴς, καὶ τὰ κατὰ τὸν Ἰάσονα καὶ τοὺς Ἀργοναύτας ἐπράχθη, οἳ προσορμίσαντες ἐν Κυζικῷ καὶ μετὰ τὸ ξενωθῆναι κατὰ ἄγνοιαν συμβαλόντες καὶ ἀνελόντες Κυζικὸν τὸν βασιλέα, καὶ πενθήσαντες, ἔκτισαν ἱερὸν εἰς μνήμην αὐτοῦ, ἐκεῖθέν τε ἀπελθόντες εἰς τὰ καλούμενα Πύθια θερμὰ καὶ θυσιάσαντες ἐπηρώτων τὸν Ἀπόλλωνα τίνος ἐστὶ τὸ ἱερὸν ὅπερ αὐτοὶ ᾠκοδόμησαν. Καὶ ἐδόθη αὐτοῖς χρησμὸς περιέχων οὕτως· «Ἀδαὴς κόρη ἔγκυος ἔσται· ὁ γὰρ ἐξ αὐτῆς προϊὼν ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει