1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

28

Τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος, τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος, πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου· καὶ οὐ καθῆκεν ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν· οἱ μὲν γὰρ ὑπεξῆλθον, δείσαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ' αὐτῶν τὸ πλῆθος. Ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν, ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. Ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλὴ, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείας δυνάμεσιν ἀπεληλυθότος, Πάνσαν τε καὶ Ἴρτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον, ἔτι νέον ὄντα. Ζήτει ἐν **. 75 Exc. De virt.: Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτῦσαι. Τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι, πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. Οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. Καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε· καίτοι ταῖς τε γυναιξὶν τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. Ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. Τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες τὸ ὅλον ἀφῃροῦντο, τῶν δὲ προσόδων τὸ ἥμισυ. Καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. ∆εκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. Αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. Τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύαζον. Μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. Οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. Ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. Τοιαῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. 76 Exc. De ins.: Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλω μὲν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 77 Exc. De virt.: Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στρατηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ