1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

8

Καθ' ὃν δὴ χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἥτις ἀποβαλοῦσα τὸν ἄνδρα, καὶ λῃστρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα δύσβατον τοὺς παριόντας ἐφόνευε καὶ τὰς Θήβας τῶν ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον τι βουλευσάμενος ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, προσποιούμενος θέλειν ἑαυτὸν μετ' αὐτῆς λῃστεύειν καὶ ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προάγει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. (4) Μάχης δὲ γενομένης Λάϊος λίθῳ τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασιλεύει χρόνους ιθʹ, καὶ τίκτει μετ' Ἰοκάστης υἱοὺς βʹ καὶ θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτόν· καὶ εἶπε μὴ εἶναι τούτου υἱὸν, ἀλλ' ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρόνον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδίποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστῃ. ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. 1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρωποι πολυθεΐαν

ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχομένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παρέδωκε τιμᾶσθαι

τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτους προσκυνεῖσθαι κατ' ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀναγράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐεργέτας. Ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία. Τοῦτο δὲ διέμεινε παρ' αὐτοῖς μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸςκαὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖσθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη, μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποΐας κοινωνὸν γενόμενον, δι' ἣν ἐμερίσθησαν αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες. 9Exc. De virt.: Ὅτι ἡ εἰδωλολατρεία ἤρξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας. Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν ποταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς. Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη αυγʹ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ γψμεʹ. Ἐγένετδὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ' ὃν δὴ χρόνον ἀπώλοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 10 Exc. Salmas.: Ἰορδάνης λέγεται ὁ ποταμὸς, διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ ∆άνης, καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος. Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου. «Ἐπ' ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ' ἣν ἡ τῶν