1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

37

καὶ τραφεὶς κάκιστα, οὕτω τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. Καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις κεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τε δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 92 Exc. Salm: Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ' οὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει.

93 ΓΑΛΒΑΣ.

Exc. De ins.: Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος, ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχειρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα χρόνον τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθωνος, ἀναιρεῖται κατὰ μέσην ἀγοράν.

94 ΟΘΩΝ.

Exc. De virt.: Ὅτι Ὄθων ὁ μετὰ Γάλβαν βασιλεύσας γένους ἀσήμου καὶ ἀφανοῦς ὢν, καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις, καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων.

95 Exc. De ins.: Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν, ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐτοκράτωρ ἀναγορευθεὶς, ἤλασεν ἐπ' αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν, ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολὴν, καὶ τοῖς παροῦσιν ἀθύμως διατεθεὶς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. ∆εομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως· ἑκουσίως ὑποδέχεται τὸν θάνατον, ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ʹ. Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττηθέντες τοῦ πάθους. Καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι.

96 ΒΙΤΕΛΛΙΟΣ.

Exc. Salm.: Οὐιτέλλιος μῆνας ὀκτὼ ἡμέρας πέντε. Οὐιτέλλιος ἔθηκε πρόγραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλαγῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα παραγγέλλοντες, ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐντὸς τῆς ἡμέρας, ἐν ᾗ τελευτᾶν ἔμελλεν. 97 Exc. De virt.: Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον, καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. Πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. ∆έκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ