1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

39

πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. Ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. Οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. 104 Exc. De ins.: Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις Ἀσιανὸς ὢν ἦν? τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοι κὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ' αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. Πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. Τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. Οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. 105 Ibid.: Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. Γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. Φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλὴν, τοῦ δὲ ἐρομένου, «ἀποθανοῦμαι δὲ τίνα τρόπον»; εἰπεῖν τὸν Ἀπολλώνιον· «ὅν γε Ὀδυσσεὺς λέγεται»· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. Φασὶ δὲ ὅτι ∆ομετιανὸς αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμβαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸς ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. Ὅδ' οὖν Τίτος ψυχορραγῶν ἤδη ἔφη «ἓν μόνον ἐπλημμέλησα·» τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν ∆ομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκε, καὶ περιέμεινεν αὐτὸς ὑπ' ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν.

t106-108 ∆ΟΜΕΤΙΑΝΟΣ.

106 Exc. De virt.: Ὅτι ∆ομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου

νεώτερος, Νέρωνι καὶ Καλιγόλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ προσεοικὼς τὸν τρόπον. Μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος, εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. Ταχέως γοῦν πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. Σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς, οὐχ ὑπέμεινεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν ἢ ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. Ἀπέσχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ' ἐπὶ πάντας τοὺς ἀφ' αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιὰν, οὔτε θεοὺς ὁμογνίους, οὔτε δίκην αἰδούμενος, ἀλλ' ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. 107 Exc. De ins.: Ὅτι ἅπασιν ὁ ∆ομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ' αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γενονὼς ἔτη, ἄρξας δὲ ιεʹ. Τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἀφορηθὲν, ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. Ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα