1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

64

ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκε κρουκέναι νομισθέντων αὐτῷ. Βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πραττούσῃ **. 163 Exc. De ins.: Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου, καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι, Σαβινῷ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες, μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν, ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. Τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, ∆ιοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. Ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδὸν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβινοῦ Ἰουλιανοῦ στρατιώταις, καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνὸς, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.

t164-167 ∆ΙΟΚΛΗΤΙΑΝΟΣ. 164 Ibid.: Ὅτι ἐπὶ ∆ιοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν

ἀφανεστάτῃ πόλει, περὶ δὲ στρατιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος, ἐκ τοιαύτης αἰτίας νεωτερίζειν ἤρξατο. Βελγικὸν καλούμενον κλῖμα, κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν, Φράγκοι τε καὶ Σάξονες, ἔθνη Κελτικὰ, διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους, καὶ τῶν χωρίων πορθοῦντες τὰ ἐπιθαλάσσια. Σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πολεμίους ὑπωπτεύθη· ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἑρκουλίου προσταχθεὶς, τήν τε πορφύραν περιέθετο, καὶ τὴν Βρεττανίαν καταλαμβάνει. Καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων πάντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεωτέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς πέντε ἀνδρῶν, Γεντιανῶν τὴν προσηγορίαν, ἐπεπολέμητο. 165 Exc. De virt.: Ὅτι ∆ιοκλητιανὸς μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴγυπτον, οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρήσατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. Ὅτε δὴ καὶ τὰ περὶ χημείας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε, πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μήτε χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. ∆ιοκλητιανὸς μὲν ποικίλος τις καὶ πανοῦργο ἦν, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκάλυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. Ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων ἐπιβολαῖς, καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. 166 Ibid.: Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικὸς, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. Τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς, καὶ τῷ ∆ιοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑποῦργος καθίστατο. 167 Exc. Salm.: Θρίαμβος ὠνομάσθη ἀπὸ τῶν πρώτων ἐπῶν τῶν εἰς τὸν ∆ιόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν φασίν· ἢ ἀπὸ τῶν θρίων, τῶν φύλλων, τῆς συκῆς ἀνακειμένης ∆ιονύσῳ· πρὶν γὰρ