1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

66

170 ΚΩΝΣΤΑΝΤΙΝΟΣ. Exc. De virt.: Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς

τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. ∆ιὸ δὴ τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς, καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλλεσθαι, μετ' ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασι πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν· καίτοι τῆς φύσεως αὐτὸν, καὶ τῶν ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. Οὐ γὰρ ῥᾴδιον εἰπεῖν ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶν πολεμικῶν δόξαν μεταδιώκοντα, καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείονι χρώμενον. Οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν, ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν. Ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι, μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ ἰσχύος μνήμας ἀπέλιπεν. Ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθερίοις μαθήμασι καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. ∆ίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς, τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. Ὡς γὰρ δὴ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα καιρὸν παρεὶς, οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀποφαίνοι τοὺς ἐπιτηδείους. 171 Exc. Salm.: Κωνσταντῖνος ὁ μέγας λίθους πολυτελεῖς πέμψας τοῖς πέρας Ἴστρου ἔθνεσιν, ἐπέγραψε «Τῷ μείζονι τῷ δῶρον.» Τοῦτο γέγονεν αὐτοῖς αἴτιον ἀπωλείας. Codinus De aedif. Const. Περὶ δὲ τοῦ Βοσπορίου ἐπωνυμίας ταῦτα φησὶν Ἰωάννης ὁ Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας (ὃ καὶ ἐκράτει μέχρι τοῦ Κοπρωνύμου), εἷς δέ ποτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον.

t172-176 ΚΩΝΣΤΑΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΟΣ. 172 Exc. De virt.: Ὅτι Κώνστας ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου χρόνον

τινὰ προὔστη τῆς ἡγε μονίας ὀρθῶς· τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς βαρύτατα κατηνέχθη μειονεκτήματα. ∆ι' ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρατιώταις ἦν. Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν. Ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος ὡς τὸ πολὺ καὶ εὐτυχέστατος. Τοῖς τε γὰρ στρατιωτικοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδεμίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰν τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός τε μὴν ἐναντίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ πολιτικὰ, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώμενος. 173 Ibid.: Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀναγορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς, ἐμπειρίας τε καὶ τύχης ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς. 174 Exc. De ins.: Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς