1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

11

δῶρον· αὐτῆς ἔσται δόμος οὗτος. Μαρία δὲ τοὔνομα αὐτῆς.» Οἱ δὲ νομίσαντες περὶ Ῥέας ταῦτα λελέχθαι, ἐπωνόμασαν αὐτὸν τῆς Ῥέας. Ὅστις οἶκος ἐπὶ Ζήνωνος τοῦ βασιλέως, ἐκκλησία γέγονε τῆς δεσποίνης ἡμῶν καὶ θεοτόκου Μαρίας. (2) Ἐκεῖθέν τε ἀναπλέοντες διὰ τῆς Βιθυνίας ὡρμημένοι τὴν Ποντικὴν διαπεράσαι θάλασσαν, καὶ φθάσαντες περὶ τὸν καλούμενον Ἀνάπλουν, ἔμαθον ὅτι τὸ στενὸν ἐκεῖνο τῆς θαλάσσης βάρβαρός τις Ἄμυκος κατέχει καὶ τοὺς πλέοντας λῃστεύει καὶ φονεύει, καὶ καταφυγόντες ἐν κόλπῳ δασυτάτῳ ἐθεάσαντο ἐν ὀπτασίᾳ τινὰ φοβερὰν ἀνδρὸς εἰκόνα ἀετοῦ ἔχοντος πτέρυγας κατὰ τῶν ὤμων, προθεσπίζοντος αὐτοῖς τὴν κατὰ Ἀμύκου νίκην. Συμβαλόντες γοῦν ἀναιροῦσι τὸν Ἄμυκον, καὶ ὑποστρέψαντες ᾠκοδόμησαν ἐν ἐκείνῳ τῷ τόπῳ ἱερὸν, γράψαντες ἐν εἰκόνι ὅπερ εἶδον ἐκτύπωμα, καὶ ὀνομάσαντες τὸν τόπον Σωσθένιον· ὅπερ ἱερὸν χρόνοις ὕστερον ὁ τοῦ Βυζαντίου βασιλεὺς Κωνσταντῖνος ὁ μέγας εἰς ὄνομα τοῦ ἀρχαγγέλου Μιχαὴλ ὠνόμασεν. (3) Ἐκεῖθεν οἱ περὶ Ἰάσονα διὰ τῆς Ποντικῆς θαλάσσης εἰς Κολχίδα παραγενόμενοι ἔλαβον τὴν Μήδειαν καὶ τὸ χρυσοῦν λεγόμενον δέρας, ὅπερ ἦν οὐχ ὥσπερ ποιητικῶς φέρεται, ἀλλὰ βιβλίον ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. (4) Ἐν δὲ τῆ Φρυγῶν χώρᾳ ἦν τότε Τρὼς ὁ πατὴρ Ἴλου καὶ Γανυμήδους. 5. Ἐγένοντο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Κριταὶ τῶν Ἰουδαίων Χουσαρθὼμ χρόνους ζʹ, Γοθονοὴλ χρόνους νʹ (λ. μʹ), Γεδεὼν, Ἰεφθάε, ὃς ταξάμενος τὸ πρῶτον ὑπαντῆσαν αὐτῷ ἐν τῷ οἴκῳ αὐτοῦ καταθύειν, ἀνεῖλε τὴν θυγατέρα αὐτοῦ, Σαμψὼν, παῖς Μανωὲ, ὃς ὑπὸ ∆αλίλας ὑπεκλάπη τὸν νοῦν, καὶ τῆς σωφροσύνης ἅμα καὶ τῆς ἰσχύος ἐξέπεσεν· καὶ ἐδόθη ἀλήθειν ἐν μύλῳ, δέσμιος εἰς Γάζαν ἀχθείς. 16 Exc. De virt.: Ὅτι Σαμψὼν, παῖς Μανωὲ, κριτὴς καὶ ἀνὴρ ἰσχυρός. Ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνάστευσεν· ἐπειδὰν δὲ ὑπὸ ∆αλιλᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη, καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. ∆ιὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις εἰπών· «Ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων.» Καὶ ὁ μὲν οὕτω διεφθάρη κρίνας τὸν λαὸν ἔτη εἴκοσι. 17 Codex 1630: Ἠλεὶ (ὃς), μυριάδων λαοῦ τεσσάρων 17 καὶ τῶν παίδων αὐτοῦ ἀναιρεθέντων, ὑπὸ τῆς ἀθυμίας ἐξέπνευσε. Καὶ ἡ κιβωτὸς διαρπαγεῖσα παρὰ τῶν βαρβάρων πάλιν ἀπεδόθη μετὰ εἰκοσαετῆ χρόνον, λιμῷ περιπεσόντων τῶν βαρβάρων. Καὶ διήρκεσαν οἱ κριταὶ χρόνους τλζʹ. Ἔπειτα περιστάντος τοῦ πλήθους καὶ βιαζομένου χειροτονῆσαι Σαμουὴλ βασιλέα, καθάπερ εἶχον τὰ ἔθνη, πρῶτος ἀνεδείχθη βασιλεὺς Σαούλ. Βοὰζ δὲ δίκαιος ἀνὴρ ἐκ τῆς εὐσεβοῦς γυναικὸς Ῥοὺθ ἐγέννησε τὸν Ὠβὴδ, Ὠβὴδ δὲ τὸν Ἰεσσαῒ, Ἰεσσαῒ δετὸν ∆αυὶδ, ὃς τὸν βάρβαρον Γολιὰθ καταγωνισάμενος ἐκρίθη ὑπὸ πάντων μέγας, Σαοὺλ δὲ ὑπεκορίζετο. Ἡνίκα δὲ Σαοὺλ ὑπὸ τῶν πολεμίων ἥλω καὶ τὸν βίον μετήλλαξεν, εὐθέως βασιλεὺς ἀπεδείχθη τοῦ Ἰσραήλ. ∆αυὶδ δὲ διάδοχον τῆς βασιλείας τὸν ἑαυτοῦ παῖδα Σολομῶνα ἀπέδειξεν· ἐν οἷς καὶ ὁ Τρωϊκὸς ἐκινήθη πόλεμος· ὅστις Σολομῶν οἰκοδομεῖ τὸν ἐν Ἱερουσαλὴμ ναόν· ἐδίκαζέ τε τῷ λαῷ ἐν σοφίᾳ. Γυναῖκας δὲ χιλίας ἀγαγόμενος πείθεται ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι· διὸ καὶ προσέταξεν ὁ Θεὸς διαμερισθῆναι τὴν αὐτοῦ βασιλείαν. 18 Exc. De virt.: Ὅτι ὁ Σαοῦλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο, καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο. Ὅντινα ὁ ∆αβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. 2. Ὅτι ὁ ∆αβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ, καὶ πάντας τοὺς πολεμίους ἐχειρώσατο. Ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. Πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν, γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. Καὶ ταῦτα μὲν μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. 3. Ὅτι Σολομῶν ὁ υἱὸς ∆αβὶδ ὁ βασιλεὺς