12
Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ περιφανὴς ἦν. ∆ικάζων τε τῷ λαῷ ἐν σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν. Ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν, καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. Ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος, ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν· πείθεται δ' ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι. ∆ιὸ προσέταξεν ὁ Θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. 19 Exc. De ins.: Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου παιδὸς ἀνῃρέθη, πρὸς Αἰθίοπας ἀγωνιζόμενος. 20 Exc. cod. 1630: Ἐν δὲ τῇ τῶν Ἑλλήνων χώρᾳ Λάπαθος ὁ βασιλεὺς ἔσχεν υἱοὺς δύο, τὸν Ἀχαιὸν καὶ τὸν Λάκωνα· καὶ τελευτῶν ἐμέρισεν αὐτοῖς τὴν βασιλείαν, καὶ ὁ μὲν Ἀχαιὸς τὴν ἰδίαν αὐτοῦ μοῖραν ἐκάλεσεν Ἀχαίαν, ὁ δὲ Λάκων, Λακωνικήν. Καὶ μετ' αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι τινὲς ἄχρι τῆς βασιλείας Θεστίου. Ὁ δὲ Θέστιος ἔσχε θυγατέρας γʹ, τὴν Λήδαν, τὴν Κλυτίαν καὶ τὴν Μελανίππην. Ἔσχεν οὖν ἡ Λήδα ἄνδρα Τυνδαρέα, ἐξ οὗ ἔσχε θυγατέρα Κλυταιμνήστραν τὴν γαμηθεῖσαν Ἀγαμέμνονι. Ἡ τοίνυν Λήδα μοιχευθεῖσα ὑπό τινος ἀνδρὸς ἐπιφανοῦς Κύκνου, ἐκύησεν ἅμα παῖδας τρεῖς, Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην τὴν Μενελάου γυναῖκα. 21 Exc. De virt.: Ὅτι Σθενέβοια ἡ Προίτου γυνὴ φιλήσασα τὸν Βελλεροφόντην, καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν ἐκείνου σωφροσύνην, τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ, ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. Καὶ ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ, τῷ πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ. Ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. Αἰσθόμενος δὲ ὁ Ἰοβάτης ὅτι ψευδής ἐστιν ἡ κατ' αὐτοῦ κατηγορία, ἐφείσατο τοῦ Βελλεροφόντου. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσεν. 22 Exc. De insid.: Αἰγεὺς, ἀγγελθέντος αὐτῷ ψεύδους, ὅτι ὁ υἱὸς αὐτοῦ Θησεὺς ὑπὸ Μινωταύρου ὤλετο, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἐκλήθη ὁ τόπος Αἰγαῖος. 23 Exc. De virt.: Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ εἶχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. Ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. Καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμὸν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσῃ τὴν Τροίαν. Καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. Παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπετέλεσε. Καὶ δεδωκὼς αὐτῷ δῶρα, καὶ πρὸς τοὺς τοπάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. Καὶ παραγενόμενος εἰς Σπάρτην τὴν ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν μὲν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην, τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ' αὐτοῦ τῇ Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. Ὁ τοίνυν Μενέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶσθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἑλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ' αὐτοῦ. Συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγόμεναι Πέλοπος καὶ Εὐρώπης. Ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἑλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην, καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. Λαβὼν οὖν αὐτὴν μετὰ χρημάτων λιτρῶν τριακοσίων καὶ ἀργύρου πολλοῦ καὶ κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα, ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. Καὶ ἔμεινεν ἄχρι τινὸς παρ' αὐτῷ καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. Ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυλάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν Γορτύνῃ τῇ