1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

13

πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. Ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. Καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κατασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι· καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἑλένην. Ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. Ὡς δὲ οὐδὲν ἔδρα, ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτὴν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο. Ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχας τῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. Καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ ∆ίκτυς. 24 Exc. Salm.: Ὁ Πάρις ἐγκώμιον ἐξέθετο τῆς Ἀφροδίτης, ἤγουν τῆς ἐπιθυμίας, καὶ συγκρίνας αὐτὴν μετὰ Ἥρας καὶ Ἀθηνᾶς, δέδωκεν αὐτῇ τὸ μῆλον, ἤτοι τὴν νίκην, εἶπε δὲ εἰς αὐτὴν καὶ ὕμνον τὸν λεγόμενον κεστόν. 2. Ὁ Παλαμήδης διὰ τῆς τάβλας τὸν γήϊνον κόσμον ᾐνίξατο, τὸν ζωδιακὸν κύκλον διὰ τῶν δώδεκα κάσων, διὰ τοῦ ψηφοβόλου καὶ τῶν ἐν αὐτῷ ἑπτὰ κοκκίων τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων· διὰ δὲ τοῦ πύργου τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ δίδοται πᾶσι καλά τε καὶ φαῦλα. 3. ∆ίκτυς ὁ μετὰ Ἰδομενέως συστρατεύσας ἐπὶ Τροίαν φησὶν ὅτι Πρίαμος ἔπεμψε καὶ πρὸς τὸν ∆αυὶδ πρεσβείαν, καὶ πρὸς Ταυτάνην βασιλέα Ἀσσυρίων· καὶ ὁ μὲν ∆αυὶδ οὐ προσήκατο ταύτην, ὁ δὲ Ταυτάνης ἔπεμψε τὸν Τιθωνὸν καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (4) Φησὶ δὲ καὶ ὅτι Ἕκτορι εἰς ὑπάντησιν Πενθεσιλείας τῆς Ἀμαζόνος ἐξερχομένῳ νυκτὸς ἐπιθέμενος Ἀχιλλεὺς αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἀπέκτεινεν. (5) Ὁ αὐτὸς λέγει ὅτι καὶ τὸν παρὰ Πολυμνήστορος φυλαττόμενον Πολύδωρον Πριάμου παῖδα ἔλαβεν Αἴας ὁ μέγας πολεμῶν Πολυμνήστορι· ἀναγαγόντος οὖν αὐτὸν, οἱ Ἕλληνες πρὸς τοῦ τείχους τῆς πόλεως διεκηρύκευον λαβεῖν τὴν Ἑλένην καὶ δοῦναι τὸν παῖδα· ὡς δ' οὐκ ἐπείθοντο, πάντων ὁρώντων κατετοξεύθη. 6. Ῥῆσος τὰς οἰκήσεις ἔχων ἐν Βυζαντίῳ ἐν τῷ λεγομένῳ Ῥηάτῳ, ὅπου νῦν ἐστιν ὁ τοῦ μεγαλομάρτυρος ἁγίου Θεοδώρου ναός. (7) Τὸ ἐν Τροίᾳ Παλλάδιον ζώδιον ἦν μικρὸν, ὑπὸ Ἀσίου τινὸς φιλοσόφου κατασκευασθὲν εἰς φυλακὴν τῆς πόλεως. (8) Ἐν τῷ μέλλειν τὴν Τροίαν ἁλίσκεσθαι, κατὰ τὴν ἑορτὴν τῶν ἀναθημάτων, τὸ τοῖς θύμασιν ἐπιβαλλόμενον πῦρ οὐχ ἧπτεν, ἀλλ' ἐσβέννυτο· τοῦτο εἰπὼν Ὀδυσσεὺς τοῖς Ἕλλησιν ἤδη ἀπαγορεύσασιν καὶ μέλλουσιν ὑποχωρεῖν, ἐθάρρυνεν αὐτούς. 9. Ἡ Σικελία τρίγωνος οὖσα ὑπὸ τριῶν ἀδελφῶν ἐβασιλεύετο, ὧν ὁ μὲν ἐλέγετο Κύκλωψ, ὁ δὲ Πολύφημος. Καταπονηθεὶς δὲ ὑπ' αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν, δώροις δελεάσας αὐτὸν καὶ οἴνῳ, τὴν αὐτοῦ μονογενῆ θυγατέρα ἁρπάσας ἔφυγεν, ὡς Σίσυφος ὁ Κῶος ἱστορεῖ. Ὅτι γοῦν ἀλλήλοις συνήρχοντο οἱ τρεῖς ὠνομάζοντο Κύκλωπες, καὶ ἐμυθεύσαντο ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους· ὁ δὲ Πολύφημος ἕνα, ὃν διὰ πυρὸς διετύφλωσεν Ὀδυσσεὺς, ὅτι τὴν αὐτοῦ θυγατέρα ἐκκαυθεῖσαν ἔρωτι ἀφείλετο. (10) Καλυψὼ καὶ Κίρκη Ἡλίου καὶ Σελήνης ἦσαν ἱέρειαι. 25 Exc. De ins.: Ὅτι ὁ βασιλεὺς Ἀγαμένων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα, εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. Ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. Ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον, παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμβάνει τοῦτον ἄνδρα, καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. Ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱὸς, ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτὸν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. Οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν, ἀλλ' ἡ τούτου ἀδελφὴ Ἠλέκτρα, ἐξεῖπεν αὐτῷ τὴν