14
βουλήν· καὶ σὺν τῷ Στροφίῳ γενόμενος, καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον, καὶ λαμβάνει χρησμὸν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς, καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός. Ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ, ἀμφοτέρους κατασφάζει. Κινήσεως οὖν κατ' αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. Τούτῳ τοίνυν τῷ τρόπῳ, διαφυγὼν τὰς κατηγορίας, βασιλεύει τοῦ Ἄργους. Καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας, ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων, καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε. Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώμεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ' αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 26 Exc. De virt.: Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. ∆ιὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον. 27 Exc. De ins.: Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας, καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν· Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. Ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος, ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. Οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες, μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προστάτην ἀπέδειξαν ∆αρεῖον. 28 ιβιδ.: Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος, τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ. -Καὶ ὁ τῶν Ἀργείων βασιλεὺς ∆αναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 29 Exc. Salmas.: Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρτίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, ὃς δὲ ὑπὲρ τῆς θαλάσσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμαος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφορίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἰνόμαος τετραπώλῳ ἐχρήσατο. 30