19
σιταγωγὰ Ῥωμαίων ὁλκάδας δίκην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες ὅπλοις. 52aSuidas: ∆ιῆγε, παρεξέτεινεν. Ἰωάννης Ἀντιοχείας· «Ὃς ἔρυμνα χωρία παρειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς.» Idem: Ἀμβλύνω, τὸ ἐκλύω. «Ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολεμίου ὀξύτητα χρονίαις τε καὶ μακραῖς τοῦ ἔργου διατριβαῖς.» 53 Exc. De ins.: Ὅτι κατὰ τὸν χρόνον ὅτε Ἀννίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων ἄρχοντος πολεμούμενος, Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυτοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτήσατο. 54 Exc. de ins.: Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέλευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος. 55 Ibid.: Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. 56 Ibid.: Ὅτι ∆ημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν.?), ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν ∆ημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 57 Exc. De virt.: Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς, καὶ ἱκανὸς ὤν. Ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπὼν, «Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;» ἐπί τινος βασιλικοῦ θρόνου πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς, τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους, ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον, δασμόν τε φέρειν βραχὺν, καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον· ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. Ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ' αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων πρέσβεις εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. Ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν, καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. 58 Exc. De ins.: Ὅτι Ἀντίοχος (sc. ὁ Ἐπιφανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν· ἑτέροις τὸν τούτου φόνον ἐπενεγκὼν, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε